Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

314. οἱ δʼ ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον] ἀπεκα- θαίροντο καὶ εἰς τὴν θάλατταν τὰ περιττώματα καὶ καθάρματα ἔβαλλον. Ἰακῶς δέ ἐστι τὸ βάλλον, κατὰ ἀποκοπήν· τὸ δὲ ὄνομά ἐστιν ὁλόκληρον.

316. ἀξιοπρεπὴς ἡ παρὰ τὸν αἰγιαλὸν θέα. μεγαλοφυεῖς δὲ καὶ αἱ ἐπιτελούμεναι θυσίαι· τοῦτο γὰρ δηλοῖ τὸ τεληέσσας.

317. κνίση δʼ οὐρανὸν ἷεν] ὑπʼ ὄψιν ἤγαγεν ἅμα τῷ μέλανι τοῦ καπνοῦ συναναμισγομένην τὴν λευκότητα τῆς πιμελῆς φανταστι- κῶς.

320. Εὐρυβάτης] ἄλλος ὁ κατὰ Ὀδυσσέα Εὐρυβάτης (Il. 2, 184) καὶ ἄλλος οὗτος.

321. ὀτρηροί] παρὰ τὸ ὄρω τὸ ὁρμῶ. θεράποντες δὲ οἱ τοὺς κρείσσονας διʼ ὠφέλειαν θεραπεύοντες, ὡς Ἐτεωνεὺς καὶ Μηριόνης. ὁμωνύμως δὲ καὶ οἱ δοῦλοι θεράποντες λέγονται.

322. ἔρχεσθον κλισίην] ὑβριστικὸν τοῦτο. οὐ γὰρ ἐντυχεῖν Ἀχιλλεῖ κελεύει, ἀλλʼ ὡς ἑαυτοῦ οὖσαν ἄγειν. βασιλικὸν δὲ καὶ τοῦτο, τὸ διʼ ἄλλων πειρᾶσθαι, καὶ οὕτως ἐπιχειρεῖν.

324, 325. δῴῃσιν ἀπὸ τοῦ δώω, ἐπεὶ δύο δεῖ λαμβάνειν τὰς ἐπεκτάσεις, ἐάν ἐστιν ἀπὸ τοῦ δῶ. τὸ δὲ ἕλωμαι ἀντὶ τοῦ ἑλοῦμαι ἢ ἑλοίμην.

[*](20. *αἱ] om. 33. ἐάν ἐστιν] Soloece pro ἐὰν ᾖ )
54

323. βδελυρώτερον τὸ ἐπὶ πλειόνων ἀσχημονεῖν· “πάντες δέ με πεφρίκασιν” (Il. 24, 775) ἀντὶ τοῦ βδελύσσονται.

326. κρατερὸν δʼ ἐπὶ μῦθον ἔτελλε] ἐπέτελλεν, συνεχῶς ἐπέταττεν.

327. τὼ δʼ ἀέκοντε] εἰκότως· καὶ τὸν Ἀγαμέμνονα γὰρ δεδοίκασι, καὶ πρὸς ὃν ἀποστέλλονται.

329. παρά τε κλισίῃ] πλησίον τῆς σκηνῆς. νηῒ μελαίνῃ] διὰ τῆς μελαίνης νηὸς τὸ σκυθρωπὸν τῆς ἔδρας δηλοῖ.

330. οὐδʼ ἄρα τώ γε ἰδὼν γήθησεν] μεμετρημένη ἡ διάθεσις, οὔτε πλέον λυπουμένου, ἀγενὲς γὰρ, οὔτε ἧττον, ἀσυμπαθὲς γάρ. εὖ δὲ τὸ αἰδεσθῆναι, καὶ μάλιστα τοὺς ἐπὶ τοιαύτην χρείαν ἐληλυθότας. δύο δὲ ταῦτα συμβαίνειν περὶ τοὺς χρηστοὺς ὁ ποιητὴς ἀεὶ, αἰδὼ καὶ φόβον, δηλοῖ· “αἰδοῖός τέ μοί ἐσσι, φίλε ἑκυρὲ, δεινός τέ” (Il. 3, 172). τὸ δὲ ταρβήσαντε διὰ τὴν ξιφουλκίαν.

332. τὸ μὲν γὰρ εἰπεῖν τι παροξυντικὸν, τὸ δὲ θωπεῦσαι δουλο- πρεπές. πρῶτος δὲ Ὅμηρος πρόσωπα κωφὰ εἰς τὴν τραγῳδίαν παρή- γαγεν.

334. ἢ ὅτι τὰς ἑορτὰς αὐτοῦ ἀγγέλλουσιν, ἡ ὅτι ἀπὸ Ἑρμοῦ εἰσὶν, ὃς ἄγγελος Διός. καλῶς δὲ οὐκ Ἀγαμέμνονος ἔφη, ἀλλὰ ἀνδρῶν καὶ Διὸς, οἷς δικαίως ὑπηρετοῦσι· τούτῳ γὰρ ἀδίκως. κοινὸς δὲ ὁ νόμος μὴ ἀδικεῖσθαι κήρυκα· ἱεροὶ γὰρ οὗτοι καὶ τὰς θυσίας προετοιμάζοντες.

335. ἆσσον ἴτ᾿] διὰ σχήματος ἐδήλωσεν ὡς τῷ δέει οὐ προέκοψαν. τιμήσαντες οὖν ἀντιτιμῶνται.

ὔμμες ἐπαίτιοι] πεπαιδευμένως· οὐ γὰρ δεῖ τὰς αἰτίας ἐφʼ ἑτέ- ρους μετάγειν, ὡς κύνα κατὰ τοῦ βεβλημένου λίθου. τὸ δὲ ὔμμες ψιλοῦται· Αἰολικὸν γάρ ἐστιν, ὡς δηλοῖ καὶ ἡ συναλιφὴ “αἴ κʼ ὔμμιν ὑπερσχῇ χεῖρα” (Il. 4, 249).

386. ὃ σφῶϊ] διʼ ἑνὸς σ ὃ σφῶϊ, ὁμοίως τῷ “καὶ θώρηχʼ, ὃ γὰρ ἦν οἱ” (Il. 18, 460).

337. Πατρόκλεος ἐξαίρει πάλιν τὸ πρόσωπον· τοῖς γὰρ τῶν φίλων γνησιωτάτοις εἰώθαμεν πιστεύειν τὰ γύναια.

338. μάρτυροι ἔστων] μαρτυρεῖν αὐτοὺς ἐγκελεύεται, ὅπως μὴ δοκῇ προδότης εἶναι ὑπερορῶν τοὺς Ἀχαιοὺς ἀναιρουμένους. τὰ δὲ [*](3. *ἐπέτελλεν] ἐπὶ ἔτελλεν 13. *αἰδὼ] φειδὼ 7. *νηός] om.)

55
ἄλλα οὐχ ἅπτεται Ἀγαμέμνονος, ὅπως μὴ δοκῇ μικροψυχεῖν ἐπὶ τῇ ἀφαιρέσει.

340. καὶ πρὸς τοῦ βασιλῆος] ἵνα ἐγκαλούμενος καὶ ὑπὸ θεῶν καὶ ὑπὸ ἀνθρώπων καὶ ὑπὸ Ἀγαμέμνονος, εὔλογον ἔχῃ τὴν ἀφορμὴν τῆς ἀπηνείας ἕνεκεν. ἐμφαντικῶς δὲ τὸ θυμῶδες καὶ λυσσῶδες καὶ ἄλογον τῆς παραπληξίας αὐτοῦ παρέστησεν. μάρτυρας οὖν τούτους ἕξω τῆς αὐτοῦ ἀνοίας, ὅτι οὐδὲ στρατιᾶς οἶδε προνοήσασθαι.

πρότερον τῶν Πυθαγορικῶν Ὅμηρος μέσην ἀνθρώπου καὶ θεοῦ φύσιν ἀνθρωπίνην τέθεικεν. τὸν μὲν γὰρ ἁπλῶς ἄνθρωπον τοῦ βασιλέως κατʼ ἀμφότερά φησιν ἐλάττονα, καίπερ ἀνθρώπου καὶ αὐτοῦ ὄντος· θεοῦ δὲ ἥττονα τὸν βασιλέα εἶναί φησι διὰ τὸ φθαρτόν.

*Πορφυρίου. οἱ Πυθαγόρειοι κατὰ θεὸν καὶ κατὰ ἀνθρώπειον γένος ὅλον τρίτον ἐτίθεντο σεβάσμιον τὸν βασιλέα ἢ σοφὸν ἄνδρα, Ὁμήρου πρώτου μεταξὺ θεῶν τε καὶ ἀνθρώπων θέντος τὸν βασιλέα, καὶ πάλιν τὸν βασιλέα προτιμῶντα ποιήσαντος αὑτοῦ τὸν σοφὸν ἄνδρα. καὶ περὶ μὲν τοῦ βασιλέως τοιαῦτα λέγει· τὸ δὲ ἀπηνέος προσέθηκε διὰ τὴν ὀργήν. αὐτὸς δὲ ὁ βασιλεὺς οὐ μεταπέμπεται Νέστορα σκοπού- μενον περὶ τῶν συμφερόντων, ἀλλʼ αὐτὸς ἄπεισιν· “ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ, Νέστοῤ ἔπι πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν” (Il. 10, 17). παῤ Ἰνδοῖς τε τοὺς Βραχμᾶνας, οἵπερ εἰσὶ παῤ αὐτοῖς οἱ φιλόσοφοι, λόγος ἐστὶ τοὺς βασιλέας ἀπαντῶντας προσκυνεῖν.

εἴ ποτε] καλῶς οὐκ εἶπεν ὁπότε· νεμεσητὸν γὰρ ἦν. τὸ δὲ ἀεικέα τὸν ὑβριστικόν. “ἀεικίζει μενεαίνων” (Il. 24, 54).

341. χρειὼ] ὄνομά ἐστιν ὡς Κλειώ· καὶ γὰρ “χρειοῖ ἀναγκαίῃ” Il. 8, 57).