Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

283, 284. μέγα πᾶσιν ἕρκος] πιθανῶς προσέθηκε τὸ μέγα, ἐπεὶ ἕρκος φησὶ καὶ τὸν Αἴαντα.

289. πᾶσι δὲ σημαίνειν] ἴδιον τῶν θυμουμένων ἐπανακυκλοῦν τὰ αὐτά· οὐδέποτε γὰρ οἴονται ἱκανῶς εἰρηκέναι. καλεῖται δὲ τὸ σχῆμα ἐπιβολὴ, ἐν μιᾷ περιόδῳ ἀρχὰς πλείους ἐπιφερόμενον. οὕτως ἔχει καὶ τὸ “ἐν δʼ ἔρις, ἐν δὲ κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ κήρ” (Il. 18, 535). ἐκτὸς εἰ μὴ τὸ κρατεῖν σημαίνει τὸ νικᾶν, ἄρχειν δὲ τὸ ἀνάσ- σειν, ἐπιτάσσειν δὲ τὸ σημαίνειν. κινεῖ δὲ τῷ Ἀχιλλεῖ φθόνον ὡς οὐχ ὑπὲρ τῆς Βρισηΐδος, ἀλλʼ ὑπὲρ τῆς ἀρχῆς πρὸς αὐτὸν διαφερο- μένῳ.

ἅ τιν᾿ οὐ πείσεσθαι ὀΐω] ἦθος ἔχει ὁ δισταγμός.

290. ἦθος ὑποφαίνει ὁ λόγος, εἰ κατʼ ἐρώτησιν ἐκφέροιτο.

[*](7. σκηπτοῦχος—] Scholion ιδ΄, v. 294. Scholion ιε΄ nullum est. post qod sequitur scholion ιϚ΄ ad)
51

292. ὑποβλήδην] σύμβολον θυμοῦ μὴ ἀνέχεσθαι διεξοδικῶς κατη- γορίας.

293. δειλός] μέγιστον ὄνειδος ἄριστος ὢν οἴεται τὴν δειλίαν.

294. εἰ δὴ σοί] ὀρθοτονεῖ Ἡρωδιανὸς τὴν σοί· δῆλον γὰρ κἀκ τῆς γραφῆς. εἰ γὰρ ἦν ἐγκλιτικὴ, ἐγράφετο ἄν διὰ τοῦ τ.

295. ταῦτʼ] ταῦτα ἃ ἐμοὶ ἐπιτάττεις. τὸ δὲ ἐμοί διὰ τὴν ἀντι- διαστολὴν τοῦ ἄλλοισιν ὀφείλει ὀρθοτονεῖσθαι.

296. ἔγωγʼ ἔτι] ἐὰν μὲν ἔτι, ἠθικῶς, ἐὰν δὲ τί, ἀποφατικῶς λέγει. ἄμεινον δὲ ἔτι διὰ τὸ καὶ τὸ ὀΐω ἠθικὸν εἶναι.

298. οὔτοι ἔγωγε μαχέσσομαι] ἔγνω οὐκ ἐνδόντα Ἀγαμέμνονα, καὶ δὴ αὐτὸς μεγαλοφυῶς εἴκει· πέπεισται γὰρ μετανοήσειν αὐτόν. ἑτοίμως δὲ ἀποδιδοὺς διαβάλλει τὸν μόγις δόντα Χρυσηΐδα ὑπὲρ πάντων.

ὁ μὲν τυραννικὸν αὐτόν φησιν, ὁ δὲ τὸ ἐναντίον παύσεσθαί φησιν ὑπεικόμενος.

μαχήσομαι] ὁ μὲν Ἀρίσταρχος διὰ τοῦ η γράφει, ὁ δὲ Ἡρα- κλέων τὰ μὲν ὀνόματα διὰ τοῦ η, ὡς τὸ “μαχητὴς Τυδεύς” (Il. 5, 801), τὰ δὲ ῥήματα διὰ τοῦ ε καὶ τῶν δύο σσ, ὡς τὸ “Σολύμοισι μαχέσσατο” (Il. 6, 148)· ὃ καὶ ἄμεινον.

299. οὔτε τῳ ἄλλῳ] ἵνα μὴ νομισθῇ πρὸς ἕνα μόνον ἀξιόχρεως εἶναι μάχεσθαι. ἢ ὡς κοινωνοὺς τῆς ὕβρεως τοὺς Ἕλληνας συμ- περιείληφεν, οὐκ ἐπαμύνοντας αὐτῷ στερουμένῳ τῆς δωρεᾶς, καὶ πρὸς τὸ μὴ δοκεῖν βίᾳ, ἀλλʼ ἐθελοντὴς δεδωκέναι

*τὸ τω σημαίνει πέντε, ὄνομα, ἄρθρον, ἀντωνυμίαν, σύνδεσμον- αἰτιολογικὸν καὶ ῥῆμα. ὄνομα μὲν ὡς τὸ “οὔτε σοὶ οὔτε τῳ ἄλλῳ·” ἔστι γὰρ ἀντὶ τοῦ τινί. ῥῆμα δὲ ὡς τὸ “Κύκλωψ τῆ, πίε οἶνον” (Od. 9, 347)· (ἔστι γὰρ τὸ τῆ ἀντὶ τοῦ λαβέ.) ἄρθρον δὲ οὕτως ὡς τὸ ἔοικε τῷ δεῖνι (Il. 11, 613). ἀντωνυμίαν δὲ ὡς “τῷ μιν ἐεισάμενος” (Il. 2, 22). σύνδεσμον δὲ αἰτιολογικὸν ὡς τὸ “τῷ [*](8. * ἀποφατικῶς] ἀποφαντικῶς quasi haec scholii λ΄ pars sit pos- 14. * παύσεσθαι] παύσασθαι terior. Animadvertit errorem scri- 15. ὑπεικόμενος] Sic etiam Lips. ba secundus qui ante μὴ ἀκρατὴς 20–23. ἵνα μὴ—δεδωκέναι] Post in margine supplevit, haud dubio hoc primae manus scholion, nume- ex alio codice, verba nunc in initio ro λ΄ notatum, sequuntur verba scholii ad versum 300 posita διὰ scholii versus 300 extrema μὴ τί ὁ Ἀχιλλεὺς—ῥητεὸν οὖν ὅτι ὅπως ἀκρατὴς εἶναι δοκῇ—τὸ δὲ ἀνανδρίας,)

52
σε καὶ οὐ δύναμαι” (Od. 13, 351)· ἀντὶ τοῦ διό· ὅταν μέντοι ἄρθρον σημαίνῃ ἑνικὸν μόνης δοτικῆς πτώσεως, περισπᾶται, δυϊκὸν δὲ εὐθείας καὶ αἰτιατικῆς βαρύνεται.

300. *Πορφυρίου. διὰ τί ὁ Ἀχιλλεὺς τὴν μὲν Βρισηΐδα φησὶ δώσειν “χερσὶ μὲν οὔτι ἔγωγε μαχέσσομαι εἵνεκα κούρης,” “τῶν δʼ ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ” οὐδὲν προΐεσθαί φησιν ἄνευ πολέμου, καίτοι περὶ τὴν Βρισηΐδα τῶν ἄλλων μᾶλλον σπουδάζων; ῥητέον οὖν ὅτι ὅπως μὴ ἀκρατὴς εἶναι δοκῇ, ἀποδοῦναι, εἰ καὶ πλείω τῶν ἄλλων, ὧν φησὶ φείδεσθαι, προσίετο· καὶ ὅτι νόμος ἦν τῷ βασιλεῖ ἐξαιρεῖσθαι τὰ πρῶτα. ἐγένετο δʼ ἂν πάντα τὰ τῶν αἰχμαλωτίδων ἀνα- δάσιμα τῆς Χρυσηΐδος ἀποδοθείσης, ὥστε παρηνόμει μὴ δοὺς τὴν αἱρε- θεῖσαν ὑπὸ τοῦ βασιλέως. ἐξῆν γὰρ αὐτῷ ὅ τι βούλοιτο λαβεῖν· διό φησιν “ἢ τεὸν ἢ Αἴαντος ἢ Ὀδυσῆος,” καὶ πάλιν “αὐτὰρ ἐμοὶ γέρας.” ὥστε εἰς μὲν τὸ τῶν αἰχμαλωτίδων ἀναγκαῖον ἦν εἴκειν· τῶν δὲ ἄλλων εἴ τι ἐλάμβανεν, ὡς ὑβρίζοντι οὐκ ἐπέτρεπεν. οὔτε γὰρ ἀδικεῖν δεῖ οὔτε ἀδικεῖσθαι· τὸ μὲν γὰρ πονηρίας ἐστὶ, τὸ δὲ ἀνανδρίας.

301. ἀνελών] ὑφʼ ἓν τὸ ἀνελών· προείρηται γὰρ “οὐκ ἄν τι φέροις.”

ἀέκοντος] δασυντέον τὸ ἀέκοντος· κατὰ στέρησιν γάρ ἐστι τὸ α.

302. πείρησαι] προπαροξύνεται· προστακτικὸν γάρ ἐστιν ὡς τὸ “σὺ δὲ φράσαι” (83).

303. ἐρωήσει] παρὰ τὴν ἐρωὴν, ἤτοι ὁρμήσει. ἐναργῶς δὲ πέφαν- ται τὸ περὶ τὸ δόρυ μεθʼ ὁρμῆς ἐκχεόμενον αἷμα. καὶ ταύτας ἐμ- ψύχους ἔλεγεν εἶναι παῤ αὐτῷ λέξεις Ἀριστοτέλης.

304. ὣς τώ γʼ] ὁ τρόπος παραγραφή· μετιὼν γὰρ ἐπὶ ἑτέραν διήγησιν τούτῳ χρῆται.

305. ἀνστήτην] ὥσπερ ἀνασχεθέειν ἀνσχεθέειν, οὕτως ἀναστήτην ἀνστήτην.

307. εἰκότως τῷ Ἀχιλλεῖ θυμικῷ ὄντι ἤπιος ὢν Πάτροκλος πάρεστι πρὸς τὸ τὸν θυμὸν αὐτοῦ μαλάσσειν. ὅτι δὲ πρᾶός ἐστι δῆλον ἐξ ὧν οἰκτείρει τοὺς Ἀχαιούς· Εὐρύπυλον μὲν γὰρ ἰᾶται, καὶ περὶ τῶν λοιπῶν Ἀχιλλεῖ παρακλαίει. καὶ Μενέλαος περὶ αὐτοῦ φησὶ “νῦν τις ἐνηείης Πατροκλῆος” (Il. 17, 670). κατʼ ἐξοχὴν δὲ [*](4. *Πορφυρίου] om. 16. *ἀνανδρίας] ἀνδρίας 5. οὔτι] οὔτοι corr. a m. sec. 19. στέρησιν] στέρρησιν)

53
ἰδιαζόντως εἶπε περὶ αὐτοῦ καὶ νῦν, ἵνα ἀξιόχρεως ᾖ, ὅταν τελευταῖον αὐτὸν εἰς τὴν μάχην ἐγείρῃ.

308. Ἀτρείδης δʼ ἄρα] αὐτεπαγγέλτους ἔχουσι τὰς ἐννοίας οἱ στίχοι, ὧν ἀφελών τι ἢ προσθεὶς μᾶλλον ἀδικήσεις. δῆλον δὲ ὅτι οὐκ ἐθαλάσσευόν τινες τῶν νεῶν, ἐπεὶ τίς χρεία νεουλκίας; ἔστι δὲ ὁμοιοτέλευτον τὸ σχῆμα· προέρυσσεν, ἔκρινεν, βῆσεν, εἷσεν ἄγων.

311. εἷσεν ἄγων] ἀναγαγὼν τὴν Χρυσηΐδα εἷσεν. ὁ μετὰ δώρων δὲ αὐτὴν μὴ διδοὺς μετὰ προσθήκης ἀποδίδωσιν, ἐξυπηρετούμενος πρὸς δυσώπησιν τοῦ θεοῦ.

312. κέλευθα] τὰς ὁδούς. ὡς ἀπὸ τοῦ δίφρους δίφρα, οὕτως ἀπὸ τοῦ κέλευθος κέλευθα· καὶ ἔστι μεταβολὴ γένους. διὰ τί δὲ μὴ καθα- ροὺς ἐκπέμπει; ὅτι προυργιαιτέρα τῷ θεῷ ἡ ἀπόδοσις. ψυχαγωγεῖ δὲ διὰ τούτου καὶ τὸ πλῆθος, ὡς ἤδη καθαρθέντες εἶεν διὰ τὴν τοιαύτην ἀπόδοσιν.