Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

214. ὕβριος εἵνεκα τῆσδε] μαλάσσουσα αὐτὸν συμφωνεῖ αὐτῷ ὡς ὑβρίσθη. τὸ δὲ ἡμῖν ὀρθοτονεῖται· ἀντιδιέσταλται γὰρ, ἀντὶ τοῦ ἡμῖν πείθου καὶ μὴ τῇ σῇ ὀργῇ. κακῶς οὖν Ἀρίσταρχος συστέλλει τὴν μιν.

219. ἀργυρέῃ] τῇ ἀργυροήλῳ. κώπη δὲ τὸ κωπίον ἤγουν ἡ τοῦ ξίφους λαβή. βαρεῖαν δὲ τὴν πρώην ἐπτερωμένην τῷ θράσει, ἢ τὴν ἑτέρους τοῖς ὅπλοις βαρύνουσαν.

222. δώματʼ ἐς αἰγιόχοιο Διὸς, μετὰ δαίμονας ἄλλους] τὸν τῶν δαιμόνων τόπον μετωνυμικῶς ἐκάλεσεν. ἢ μόνους τοὺς ἄρσενάς φησι τῷ Διὶ πρὸς Αἰθιοπίαν ἕπεσθαι καὶ τὰς θηλείας καταλελεῖφθαι. ἢ ὅτι τὸ πάντες ἐκεῖσε ἀντὶ τοῦ οἱ πλείους τέτακται.

* δαίμονας καλεῖ τοὺς θεοὺς, ὡς ἐμπείρους πάντων καὶ ἴδριας, ἢ ὅτι διαιτηταί εἰσι καὶ διοικηταὶ τῶν ἀνθρώπων. Ἡσίοδος δὲ δαί- μονας καλεῖ τοὺς ἐκ τοῦ ζῆν μεταστάντας, ὄντας δὲ ἐπὶ τῆς τοῦ Κρόνου βασιλείας, τοῦ χρυσοῦ γένους, λέγων αὐτοὺς φύλακας θνη- τῶν ἀνθρώπων (O. 122).

223. ἀταρτηροῖς] ἀτηροῖς, καὶ πλεονασμῷ τῆς ταρ συλλαβῆς ἀταρτηροῖς, ὡς τὸ τάρροθος καὶ μετὰ τῆς ἐπί προθέσεως ἐπιτάρ- ροθος.

225. *τὸ κυνὸς ὄμματʼ ἔχων ἐξ ὧν εἶδεν αὐτὸν ὀργιζόμενον “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.” τὸ δὲ “κραδίην δʼ ἐλάφοιο” διὰ τὸ ἐπίφορον εἶναι εἰς τὸ λέγειν φεύγωμεν ὡς δειλόν· πρὸς γὰρ τοῦτο φαίνεται εἰρηκὼς ἐν τῇ Ἰλιάδι.

Ἰσοκράτης Κόνωνι τῷ Ἀθηναίων στρατηγῷ τρία μαρτυρεῖ, ἐπιμέ- λειαν, πίστιν, ἐμπειρίαν πολέμου. τούτων τὰ ἐναντία κατανοήσας Ἀγαμέμνονι ὀνειδίζει· ἐξ οἰνοποσίας μὲν γὰρ ἀμέλεια, ἀπιστία δὲ

43
ἐξ ἀναιδείας· καὶ πολέμων ἀπειρίαν ἡ δειλία ἐργάζεται. φαίνεται δὲ ἐν Ἰλιάδι ἐπὶ τρίτου αὐτὸν λέγων δειλὸν διὰ τὸ “φεύγωμεν σὺν νηυσί” (Il. 2, 140. 9, 27), μέθυσον δὲ διὰ τὸ “πλεῖαί τοι οἴνου κλισίαι” (Il. 9, 71). μάλιστα δὲ τῷ ἀναιδεῖ ἐπιμένει, ὅπου μὲν λέγων “ἀλλὰ σοὶ, ὦ μέγʼ ἀναιδές” (158), ὅπου δὲ “ἀναιδείην ἐπιει- μένε” (149), πῆ δὲ κυνῶπα (159), ἐπεὶ προμεμαρτύρηται αὐτοῦ τὸ τῆς θέας ἰταμὸν ἐν τῷ πρὸς Κάλχαντα. φύσει δὲ ἀλλήλαις αἱ κακίαι, ὡς καὶ αἱ ἀρεταὶ, παρέπονται.

*Πορφυρίου. διὰ τί ὁ Ἀχιλλεὺς, λοιδορησάμενος Ἀγαμέμνονι τρία ταῦτα “οἰνοβαρὲς, κυνὸς ὄμματʼ ἔχων, κραδίην δʼ ἐλάφοιο” οὔτε τῷ “οἰνοβαρεῖ ἐπιμένει οὔτε τῷ κραδίην δʼ ἐλάφοιο, ἀλλὰ μά- λιστα τῷ κυνὸς ὄμματʼ ἔχων, ποτὲ μὲν ἐπιφέρων “ἀναιδείην ἐπιει- μένε,” ποτὲ δὲ “ἀλλὰ σοὶ ὦ μέγʼ ἀναιδὲς ἑσπόμεθα, ὄφρα σὺ χαί- ρης,” αὖθις δὲ “τιμὴν ἀρνύμενοι Μενελάῳ σοί τε κυνῶπα;” ἡ δὲ λύσις ἐκ τῶν προειρημένων ἐν τῇ ἐκκλησίᾳ πρὸς τὸν Κάλχαντα, ἐν- δειχθεισῶν τῶν τῆς ὁράσεως φλογώσεων· ἔφη γὰρ “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην.” τῆς γὰρ ἐμφανῶς πᾶσι γενομένης τῶν ὀφθαλμῶν μαρμαρυγῆς ἀναιδῶς ἐχόμενον τὸ τοῦ Ἀχιλλέως πάθος συνεχῶς ἐπιφέρεται εἰς ὀνειδισμὸν τούτου πρὸς τοὺς τὰ ὅμοια ὁρῶν- τας ὡς πρὸς μάρτυρας· Ἰσοκράτης (p. 70 b) μὲν οὖν τρία περὶ τὸν στρατηγὸν ὑπάρχειν ἀγαθὰ μαρτυρεῖ κοινὰ, λέγων “ὃς ἦν ἐπι- μελέστατος μὲν τῶν στρατηγῶν, πιστότατος δὲ τοῖς Ἕλλησιν, ἐμπει- ρότατος δὲ τῶν πρὸς τὸν πόλεμον κινδύνων,” Ὅμηρος δὲ κατηγορῶν τὰς ἐναντίας ταῖς ἀρεταῖς ταύταις κακίας τοῦ Ἀγαμέμνονος ἐκθειά- ζει. ἐν μὲν γὰρ τῷ λέγειν οἰνοβαρῆ πολλὴν ὀλιγωρίαν ὀνειδίζει (τί γὰρ ἐν μέθῃ ἐπιμελές;) ἐν δὲ τῷ πάντων ἀναιδέστατον ἀπιστίαν. ἡ δὲ ἀνανδρία πάντων μέγιστον ἐμπόδιον εἰς ἡγεμονίαν.

κραδίην δʼ ἐλάφοιο] λέγεται χολὴν οὐκ ἔχειν ἐν τῷ ἥπατι περικει- μένην ἡ ἔλαφος.

*ἄλλως. εἰώθασιν οἱ ἄνθρωποι τὰ πλεονεκτήματα πολλάκις ὡς ἐλαττώματα προάγειν· “στρεπτὴ γὰρ ἡ γλῶσσα βροτῶν” (Il. [*](2. * τρίτου] τρίτην τοῦ Ἕλληνος, omisso etiam τὸν ante πόλεμον. 22. τῶν στρατηγῶν—τοῖς Ἕλλησιν] 28. κραδίην—] Hoc primae ma- Sic codex, terminationibus per nus scholion numero signatum est compendia expressis, quae non δ᾿, proximum (ad v. 227) numero intellexit Vill. qui τοῦ στρατηγοῦ— Ϛ΄. Excidit igitur scholion ε΄. )

44
248). ἐπεὶ γὰρ τοῖς βασιλεῦσι πλεῖον δέπας οἴνου παρέκειτο ἀξιώ- ματος χάριν, μέθην ὀνειδίζει· τὸ δὲ διὰ τὸ μὴ περιφρονεῖσθαι ἰτα- μὸν ἀναίδειαν εἶπε· καὶ ὅτι οὐκ ἔστιν οἰκεῖον φάλαγγος βασιλεῖ προκινδυνεύειν, τοῦτο δειλίαν ὀνομάζει. οὐκ οἰητέον δὲ τοιοῦτον εἶναι τὸν Ἀγαμέμνονα, ὃν οἱ Ἕλληνες ἐν τοῖς πρώτοις ἠρίθμουν· “ἢ Αἴαντα λαχεῖν ἢ Τυδέος υἱὸν ἢ αὐτὸν βασιλῆα” (Il. 7, 179). τρί- τον δὲ αὐτὸν ἀριθμοῦσιν οὐχ ὅτι τὴν ἀρετὴν ἥττων ἐστὶν, ἀλλʼ ὡς ἧττον διὰ τὴν ἀρχὴν κινδυνεύειν ὀφείλοντα. εἴς τε τὸ πρὸς Ἕκτορα μονομάχιον “ὦρτο πολὺ πρῶτος μὲν ἄναξ ἀνδρῶν” (Il. 7, 162). ἀλλὰ καὶ τὴν ἀριστείαν αὐτοῦ ταῖς ἄλλαις παραβάλλων μείζονα εὕροι τις ἄν. Διομήδης μὲν γὰρ ἠρίστευσεν ἀγνοούντων τῶν Τρώων τὴν μῆνιν Ἀχιλλέως· τὸν δὲ Αἴαντα ἡ τῆς σωτηρίας ἀπόγνωσις διήγειρε· καὶ Πάτροκλος ἠρίστευσεν Ἀχιλλεὺς νομιζόμενος· Ἀγα- μέμνονι δὲ ἡσσήθησαν νικῶντες τῇ προτεραίᾳ καὶ ταῖς ναυσὶν ἐπαυ- λιζόμενοι. καὶ Ἕκτωρ Αἴαντι μὲν καὶ Πατρόκλῳ καὶ Ἀχιλλεῖ θαρρῶν εἰς μάχην ἔρχεται, Ἀγαμέμνονα δὲ ἐκκλίνει. ἀλλὰ καὶ ὁ Ζεὺς αὐτῷ παραινεῖ “ὄφρα μέν κεν ὁράᾳς Ἀγαμέμνονα ποιμένα λαῶν ἐν προμάχοισι, τόφρʼ ὑπόεικε μάχης” (Il. 11, 202).

*Πορφυρίου. ζητοῦσι δὲ πότερον διὰ ὕβρεως ἐξηνέχθη ὁ Ἀχιλλεὺς ὀργιζόμενος εἰς τοιαύτας λοιδορίας “οἰνοβαρὲς, κυνὸς ὄμματ’ ἔχων, κραδίην δʼ ἐλάφοιο” ἢ ἀπό τινος αἰτίας προαχθεὶς ὑπὸ τῆς ὀργῆς εἰς τοιαῦτα ἐμπέπτωκεν. λύσις. οἰνοβαρῆ μὲν οὖν αὐτὸν προήχθη εἰπεῖν, ἐπειδὴ φαίνεται σπουδάζων περὶ πολλὴν οἴνου κτῆσιν. μόνῳ γὰρ αὐτῷ καὶ Μενελάῳ χίλια μέτρα οἴνου Εὔνεως πέμπει (Il. 7, 468), ὅ τε Νέστωρ ἐκ τῶν πραττομένων ὑπ᾿ αὐτοῦ τὸ πλῆθος εἰδὼς τῆς τοῦ οἴνου συναγωγῆς φησὶ “πλεῖαί τοι οἴνου κλισίαι, τὸν νῆες Ἀχαιῶν ἠμάτιαι Θρῄκηθεν ἐπʼ εὐρέα πόντον ἄγουσιν” (Il. 9, 71). αὐτός τε ὁ Ἀγαμέμνων προτρεπόμενος ἐπὶ πόλεμον προφέρει ἣν φέρει τιμὴν διὰ τοῦ “σὸν δὲ πλεῖον δέπας ἀεὶ ἕστηχ᾿ ὥσπερ ἐμοὶ, πιέειν” (Il. 4, 262). ὅθεν καὶ ἐπιστρεφέστερον ὀνειδίζων εἰς τὰ τοιαῦτα πῆ μὲν λέγει “πῆ ἔβαν εὐχωλαί,” καὶ ἐπάγει “πίνοντες κρητῆρας ἐπιστεφέας οἴνοιο” (Il. 8, 232). καὶ πάλιν εἰκόνα λαμ- [*](3. *εἶπε] om. * οἱ Ἔλληνες] οἱ om. φλάλαγγος βασιλεῖ] *βασιλεῖ τῆς 15. *Αἴαντι μὲν] μὲν Αἴαντι φάλαγγος 17. *ὁράᾳς] ὁρᾶς 5. Ἀγαμέμνονα] * Ἀγαμέμνονα 19. Πορφυρίου nomen compendio οἷον νῦν λοιδορεῖ expressum πρ.)

45
βάνων τὴν ἐκ τῶν συμποσίων “εἴπερ γάρ κʼ ἐθέλοιμεν Ἀχαιοί τε Τρῶές τε” ὁρκωμόσια ποιησάμενοι, εἶτα ἐπάγει “Τρώων δʼ αὖτε ἕκαστον ἑλοίμεθα οἰνοχοεύειν, πολλαί κεν δεκάδες δευοίατο οἰνοχόοιο” (Il. 2, 127). καὶ τὸ τελευταῖον καὶ τὸν θάνατον ἐν Ἅιδου ἀφηγεῖται, ὡς ἀμφὶ κρατῆρα τραπέζας τε πληθούσας ἀπώλετο (Od. 11, 418). τὲ δὲ “κυνὸς ὄμματ᾿ ἔχων” ἐλέγομεν ὅτι ἐξ ὧν εἶδεν αὐτὸν ὀργιζό- μενον· “ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην” καὶ “Κάλχαντα πρώτιστα κάκʼ ὀσσόμενος προσέειπεν.” κραδίην δʼ ἐλάφοιο ἀπὸ τοῦ ἐπίφορον εἶναι εἰς τὸ λέγειν φεύγωμεν, καὶ τρὶς ἐν Ἰλιάδι φαίνεσθαι τοῦτο εἰρηκότα.

227. οὔτε λόχονδʼ ἰέναι] τοῦτο ἀριστοκρατικοῦ. ἅμα οὖν τῶν ἰδίων κατορθωμάτων ὑπομιμνήσκει· ὅτι γὰρ καὶ ἐλόχα, δῆλον ἀπὸ Λυκάονος (Il. 21, 35).

229. ἦ —] περισπαστέον τὸν ἦ. ἀρκτικὸς γάρ ἐστιν, ἀντὶ τοῦ δή. ἀπολελυμένον δὲ τὸ σχῆμα, καὶ πολλὰς ἔχον περικοπάς. ἄπλη- στον γάρ ἐστι πρὸς λοιδορίαν ὀργή. ὑποστικτέον δὲ εἰς τὸ εὐρύν.

230. ἀντίον εἴποι] οὐκ εἶπεν ἀδικήσει τις, ἀλλʼ ὡς ἀναιροῦντα τὴν ἰσολογίαν διαβάλλει. ἐπεγείρει δὲ αὐτῷ τοὺς στρατηγούς.

231. δημοβόρος βασιλεύς] κινητικὰ ταῦτα τοῦ πλήθους· μεγίστη γὰρ κατηγορία τὸ σφετερίζεσθαι τὰ κοινά.

233. ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι] ἐπιομοῦμαι. ἐπιόμνυσθαί ἐστι τὸ ὀμόσαι καὶ ὑπισχνεῖσθαι, ἀπομνύναι δὲ τὸ ἀποφάσκειν. μέγαν δὲ λέγει ὅρκον τὸν ὡς ἀληθῶς παῤ αὐτοῦ τελεσθησόμενον.

234. τὸν τῆς βασιλείας ἔφορον ὄμνυσι θεὸν, ὡς εἰ τράπεζαν ἢ πέλαγός τις ὀμόσαι ἢ τοὺς ἰδίους δεσμούς. ἐν σχήματι δὲ ἔφρασεν ὅτι δημηγοροῦντι αὐτῷ δέδοται τὸ σκῆπτρον. διὰ δὲ τῆς ἐκκοπῆς τὴν ἀπαλλαγὴν ἴσως τῆς συνηθείας αὐτοῦ δηλοῖ· μόνος δὲ Ἀγαμέμ- νων ἐσκηπτροφόρει. ὁ ποιητὴς δὲ νῦν μὲν τὸν Ἀχιλλέα, ἐν δὲ τῇ Ὀδυσσείᾳ τὸν Τηλέμαχον ποιεῖ τὸ σκῆπτρον ἀποτιθεμένους. ἐπʼ ἐκείνου μὲν καὶ πλῆθος ἐξέχεε δακρύων· καὶ γὰρ νεώτερος καὶ αἱ συμφοραὶ δειναί· ὁ δὲ Ἀχιλλεὺς οὐκ ἀπολοφύρεται· οὐδὲ γὰρ νέος καὶ περὶ γυναικὸς ἡ μάχη.

238, 239. οἵ τε θέμιστας πρὸς Διὸς εἰρύαται] εἰς δικαιοσύνην παρακαλεῖ τοὺς ἄρχοντας, εἴ γε τὸ δίκαιον ἐγχειρίζει αὐτοῖς ὁ Ζεὺς, [*](15. *δὺ] ἤδη 25. *ὀμόσαι] ὀμόσοι 31. οὐδὲ] οὔτε)

46
παραφθειρομένου δὲ αὐτοῦ δίκας δώσουσι Διί. ἢ ὅτι οὔπω νομογρα- φίας οὔσης ὁ λόγος τῶν βασιλέων νόμος ἦν.

242. Ἕκτορος ἀνδροφόνοιο] προσυνίστησιν ἡμῖν τὸν Ἕκτορα λελη- θότως ὁ ποιητὴς, μέλλων αὐτῷ χρήσεσθαι πρὸς τὰ ἐπιφανῆ τῆς Ἰλιάδος ἔργα. πρὸς δὲ τὴν κατάπληξιν τῶν ἀκουόντων καὶ τὸ ἐπίθε- τον αὐτοῦ δεδήλωκεν.

243. θνήσκοντες πίπτωσι] ἀναστροφὴ ὁ τρόπος· τὸ ἐναντίον γὰρ γίνεται.

244. ἄριστον Ἀχαιῶν] ἢ τὸν ἐν Ἀχαιοῖς ἀριστέα, ἢ τῶν Θεσ- σαλῶν· “Μυρμιδόνες δὲ καλοῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (Il. 2, 684).

245. ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ] ὁ θυμὸς τὰ μετὰ χεῖρας ἐχόμενα ῥίπτει.

247. Νέστωρ] ἔστι μὲν ἔκγονος Ποσειδῶνος, ἐνενήκοντα δὲ ἄρχει νεῶν· γεραίτερος δὲ πάντων καὶ ἡδύγλωττος. οἱ περὶ Ὀδυσσέα γὰρ παραινοῦντες ἐδόκουν θωπεύειν. ἀλλʼ οὔτε Μενέλαος ἐδύνατο παραι- νεῖν· τῷ μὲν γὰρ ἀδελφῷ προστιθέμενος ἀπήχθετο Ἀχιλλεῖ, τῷ δὲ Φοίνικι ταμιεύεται τὰς λιτάς. ἐν κινδύνοις οὖν παρεισάγων τὸν Νέ- στορα πολλὴν αὐτῷ μαρτυρεῖ λόγων εἴδησιν. προσυνίστησι δὲ τὸ εἶδος τῶν λόγων ὡς προσηνὲς καὶ καταστέλλειν ὀργὴν δυνάμενον· ὁ γὰρ αὐστηρὸς λόγος θυμὸν ἀναζωπυρεῖ.

248. ἡδυεπὴς ἀνόρουσε] καὶ ἐκ πατέρων ἔχων αὐτὸν ἐπαινεῖν, οὐκ ἀναγκαῖον ἡγήσατο. οὐδεὶς γὰρ λόγος εὐγενείας ὅσον λόγων δυνά- μεως ἐν τοιούτῳ καιρῷ. τὸ δὲ προνοητικὸν τῶν ὁμοφύλων νεανικὴν αὐτῷ περιτίθησι κίνησιν. οὐδὲ γὰρ γέροντα μέμψαιο κυβερνήτην ἐν καιρῷ τοῦ κινδύνου ὑπὲρ τὸ δέον κινούμενον.

249. *γλώσσης] ἡ γλῶσσα σημαίνει τρία, αὐτό τε τὸ σῶμα, καὶ τὴν διάλεκτον, καὶ τὸ ἀπεξενωμένον τῶν λέξεων.

μέλιτος γλυκίων ῥέεν αὐδή] μέλιτος διὰ τὸ πείθειν ἑτοίμως· ῥέε δὲ διὰ τὸ ἀνεμπόδιστον. ἔοικε δὲ ἀποτείνεσθαι εἰς ἑαυτὸν ὁ κατὰ συλλογισμὸν ἔπαινος.

250. τῷ δʼ ἤδη δύο μὲν γενεαὶ μερόπων] δύο τριακονταετηρίδες παρεληλύθεσαν ἐπʼ αὐτῷ. ἡ γὰρ γενεὰ λ΄ ἔχει ἔτη· τελεία γὰρ αὕτη πρὸς γένεσιν ἡλικία. οἱ συντεχθέντες μὲν οὖν αὐτῷ ἀπολώλεισαν [*](3. *λεληθότως] om. 5. *ἔργα] om. 33. *ἐπʼ αὐτῷ] ἐπὶ αὐτοῦ )

47
ὑπὸ Ἡρακλέους, οἱ δὲ συντηρηθέντες συνεστράτευσαν αὐτῷ ἐν Βουπρασίῳ κἀκεῖ διώλοντο, ἦρχε δὲ τῶν υἱῶν αὐτῶν. ἔστιν οὖν ἑβδομηκοντούτης· δύο γὰρ γενεὰς πληρώσας εἰς τὴν τρίτην κατε- λέγετο. ἀμέλει καὶ τὴν Ἑκαμήδην ἔχει καὶ μετὰ τὸν νόστον τῇ γυναικὶ σύνεστι. ἢ γενεάς φησι τήν τε τῶν πατέρων ὑφʼ ὧν ἐγεννήθη αὐτὸς καὶ οἱ αὐτῷ συνήλικες, καὶ τὴν τῶν ἀδελφῶν, οἳ ὑφʼ Ἡρακλειδῶν ἐφθάρησαν. ἄρχει δὲ τῶν παίδων τῶν ἑαυτοῦ καὶ τῶν ἄλλων, τῆς τρίτης αὐτῶν οὔσης γενεᾶς. καὶ γὰρ ὁ ληγούσης ἡμέρας ἐπιδημήσας καὶ τῇ τρίτῃ ἐξ ἑωθινοῦ ἐξιὼν διὰ τρίτης ἀπο- δημεῖν λέγεται, καίτοι μίαν μόνην τελέσας τὴν μέσην. ἢ ὅτι ἐπειδὴ ἡ γενεὰ λ΄ ἔχει ἔτη, αὐτὸς δύο πληρώσας εἰς τὴν τρίτην κατελέγετο, ὥστε δύο γενεαὶ ἀνθρώπων ἐφθάρησαν. οὐχ ὅτι δὲ ἀνθρώπων δύο ἀπέ- θανον γένη, τοῦτό φησιν, ἀλλʼ ὅτι δύο περιοδικαὶ γενεαὶ ἤτοι τριακον- ταετίαι. οὕτω δὲ τούτου φρασθέντος, καίτοι εἰ ζῶσί τινες τῶν σὺν αὐτῷ γηρασάντων, ὅμως αἱ περιοδικαὶ δύο γενεαὶ διεφθάρησαν. αὐτὸς δὲ ναύαρχος ἦν τῶν ἐν τῇ τρίτῃ γενεᾷ γενομένων, οἳ ἦγον τὴν στρατεύσιμον ἡλικίαν καὶ πρὸς τό πολεμεῖν χρήσιμον.

μερόπων] ἀπὸ Μέροπος τοῦ Ὕαντος, ὃς μετὰ τὸν κατακλυσμὸν πρῶτος συνῴκισε τοὺς ἀνθρώπους. ἢ τῶν μοιρούντων περὶ τὴν ὄπα· ἢ τῶν παρεξηλλαγμένην φωνὴν ἐχόντων.