Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

183. σὺν νηΐ τʼ ἐμῇ] ἵνα μὴ δοκῇ ἐξ ἀνάγκης αὐτὴν ἀποπέμπειν. ὡς οὐ γνωριοῦντος τοῦ θεοῦ τὸν αἴτιον τῆς ἀποστολῆς. οὗτος δὲ ὁ λόγος ἤδη ἀποτέθειται τῶν φίλων τὸν Ἀχιλλέα.

185. αὐτὸς ἰών] ἐπειδὴ τὸ ἐγώ ἠδύνατο καὶ διὰ τῶν θεραπόντων νοεῖσθαι, προσέθηκε τὸ αὐτὸς ἰών. ὁμοία δέ ἐστιν ἡ ἀπειλὴ τῇ “τὴν δʼ ἐγὼ οὐ λύσω” (Il. 1, 29).

187. ἶσον ἐμοὶ φάσθαι] ἀναιρεῖ τὴν ἐν ταῖς ἐκκλησίαις ἰσηγο- ρίαν. διὸ καὶ οἱ Ἀχαιοὶ φεύγουσιν, οὐ δυνάμενοι δικαιολογεῖσθαι αὐτῷ. ὁ δὲ Διομήδης “ᾗ θέμις ἐστὶν. ἄναξ, ἀγορῇ” (Il. 9, 33) φησίν.

189. λασίοισι] θερμοῖς· ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν.

*λασίοισι] γίνεται ἐκ τοῦ λα ἐπιτατικοῦ μορίου καὶ τοῦ σεύω τὸ ὁρμῶ· ὀρθῶς γὰρ ὁρμῶνται τὰ διὰ τοῦ νοήματος.

νῦν δὲ περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν, ἀφʼ οὗ λέγει στήθεσσιν· ὑπὸ γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ᾗ ἐστὶ τὸ πυρῶ- δες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς.

διάνδιχα] θέλει εἰπεῖν ὡς δύο ἐβουλεύσατο, ἀναστῆσαι ἐκείνους καὶ ἀνελεῖν Ἀγαμέμνονα· ὅθεν περισσόν φασι τὸν “ἠὲ χόλον.” ἀλλ᾿ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν ἐκείνους ἀναστῆσαι καὶ ἀνελεῖν αὐτὸν ἓν θετέον, τὸ δὲ “ἠὲ χόλον παύσειε” δεύτερον. ὃ καὶ ἄμεινον. ἡ γὰρ ὕβρις ἀνεζωπύρει, ἡ δὲ φρόνησις κατέστελλε. τοῦτο δὲ ὑποφαίνει διὰ τοῦ κατὰ φρένα καὶ κατὰ θυμόν.

190. ἢ — ἠέ] τὸν μὲν πρῶτον ὀξυντέον, τὸν δὲ δεύτερον περι- σπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. καὶ οὕτως ἐν τῇ καθόλου.

192. χόλον παύσειεν ἐρητύσειέ τε θυμόν] ἐπειδὴ τὸ μὲν διαχεό- μενόν ἐστιν ὡς ἐπὶ ὕδατος ῥέοντος, εἶπε παύσειεν· ὁ δὲ θυμὸς ἐπειδὴ τὸ θῦόν ἐστι, τῷ ἐρητύσειεν ἐχρήσατο.

193. κατὰ φρένα καὶ κατὰ θυμόν] φρένα τὸν λογισμὸν, θυμὸν δὲ τὸ θυμικόν. τὸ οὖν ἀναστῆσαι ἐκείνους ἀνελεῖν δὲ Ἀγαμέμνονα κατὰ- τὸ θυμοειδὲς τῆς ψυχῆς μέρος ἐλογίζετο, τὸ δὲ “ἠὲ χόλον” παύσειε κατὰ τὴν φρένα.

ἕλκετο — μέγα ξίφος] ἡ παράτασις τοῦ χρόνου τὴν ἀπὸ τῶν ἐπιλογισμῶν ἔνστασιν δηλοῖ. τὸ δὲ μέγα καιρὸν δίδωσι καθόδου τῇ [*](5. *προσέθηκε τὸ αὐτὸς ἰών] om. 34. παράτασις] Conf. ad p. 3, 13.)

40
Ἀθηνᾷ. τὸ δὲ ἕως νῦν ἀντὶ τοῦ τέως, ὡς τὸ “εἵως μέν ῥʼ ἐπέτοντο” (Od. 2, 148). ἐπεὶ ποῦ ἡ ἀνταπόδοσις τοῦ ἕως; ἢ γοῦν τῷ ἕλκετο χρὴ δοτέον τὸν καί. διδάσκει δὲ ὁ ποιητὴς μὴ ὑπερχρῆσθαι ταῖς ἐξουσίαις τοὺςβασιλεῖς.

194. *Πορφυρίου. ἦλθε δʼ Ἀθήνη οὐρανόθεν] διὰ τί φήσας πάν- τας τοὺς θεοὺς εἰς Αἰθιοπίαν ἀπεληλυθέναι “θεοὶ δʼ ἅμα πάντες ἕποντο” (424) τὴν Ἀθηνᾶν ἐκ τοῦ οὐρανοῦ φησὶν ἐλθεῖν παρὰ τῆς Ἥρας πρὸς τὸν Ἀχιλλέα; μήποτε δὲ συλληπτικῶς εἴρηται ἀπὸ τοῦ πλείστου τὸ πᾶν. ὥσπερ γὰρ ἐπὶ τῶν ἡγεμόνων τῶν Ἀχαιῶν εἰπὼν ὅτι πάντες ἐκάθευδον (“ἄλλοι μὲν παρὰ νηυσὶν ἀριστῆες Παναχαιῶν εὗδον παννύχιοι Il. 10, 1), ὅμως ποιεῖ τὸν Ἀγαμέμνονα ἐγρηγορότα καὶ τὸν Μενέλεων (“οὐδὲ γὰρ αὐτῷ ὕπνος ἐπὶ βλεφά- ροισιν ἔπιπτεν” ib. 25), οὕτως ἐκ τοῦ πλείστου τὸ πάντας ἠκολου- θηκέναι τοὺς θεοὺς τῷ Διὶ εἴρηκεν. οὐ γὰρ δὴ θεῶν ἔρημος ἔμελλε καταλείπεσθαι ὁ οὐρανός. ἐκ τοῦ οὐρανοῦ δὲ, φησὶ, παρεγένετο ἡ Ἀθηνᾶ, ὅ ἐστιν ἡ φρόνησις· δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν, οἷα καὶ τῆς κόμης αὐτὴν κρατεῖν καὶ οὐκ ἄλλου μέρους τοῦ σώματος, ἀλλʼ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυ- θογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ τοῦ Διὸς, καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ἐν τῷ ὡρισμένῳ τῆς ἀποκυή- σεως χρόνῳ ἐξέθορεν ἡ θεὸς σὺν ὅπλοις.

196. κηδομένη] τοῦ μὲν, ἵνα μή τι πάθῃ δεινὸν, τοῦ δὲ, ἵνα μή τι δράσῃ. εἴωθε δὲ εἰς τοσοῦτον αὔξειν τὰς περιπετείας ὡς μὴ δύνασθαι παύειν αὐτὰς ἄνθρωπον.

198. οἴῳ φαινομένη] τοὺς γὰρ μεγαλοψύχους ὀργιζομένους οὐ παύειν δεῖ προφανῶς, τῶν ἐχθρῶν ὁρώντων. τὸ δὲ φαινομένη ἀντὶ τοῦ [*](3. χρὴ δοτέον] Fortasse προσ- βαίνειν] οὕτως γὰρ δεῖ καταβαίνειν δοτέον. αὐτήν τῆς ψυχῆς μέρος] μέρος 5. * Πορφυρίου] om. τῆς ψυχῆς εὐλόγως—ὅπλοις] εὐ- 15. Post οὐρανός positum est λόγως δὲ καὶ μυθογράφοι φασὶν αὑτὴν signum scholii finiti (:—), tum οὕτωςγεγενημένην. ἡ γὰρ Μῆτις ἔγκυος novum incipit scholion alio prae- οὖσα τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ τοῦ fixo signo quam praecedenti, cui Διὸς καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ἐν τῷ rationi obstat δέ particula in verbis τῆς ἀποκυήσεως ὡρισμένῳ χρόνῳ ἐξέ- proximis οὐρανοῦ δὲ, φησὶ, παρεγέ- θορεν ἡ θεὸς σὺν ὅπλοις. νετο —, quam omisit qui scholion δὲ, φησὶ] *φασὶ, omisso δὲ ἐκ τοῦ—σὺν ὅπλοις in eadem pa- 16. οἶα—κρατεῖν] *ὡς—κρατεῖν gina repetivit cum hac scripturae 19. τὴν Ἀθηνῶν] *om. diversitate, οὔρανοῦ δὲ, φησι] οὐρα- 21. ὅπλοις] *ὅπλοις. ἡ δὲ ἱστορία νοῦ φησὶ δεῦ γὰρ οὕτως αὐτὴν κατα- παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ. )

41
φανησομένη. γράφεται δὲ καὶ φαινομένην. πολλὴ δὲ ἡ φαντασία, ὅτι καὶ ἐνεργείας ἐδέησε τῇ θεῷ.

ὁρῆτο] Ζηνόδοτος ἀγνοήσας τὸ τῆς διαλέκτου ἰδίωμα ὡς Ἰωνικὸν ἐξέθετο. ἔστι δὲ Δώριον· οἱ γὰρ Δωριεῖς τῆς δευτέρας τῶν περισπω- μένων τὸ α εἰς η τρέπουσιν.

199. ἔγνω] εἶδεν. ἢ ὅτι συνήθης αὐτῆς ἡ θέα τοῖς ἐπικουρουμέ- νοις Ἕλλησιν, ἢ ὅτι τοῖς διογενέσι δηλοῦνται οἱ θεοὶ, ὡς τῇ Ἑλένῃ. καὶ Αἰνείας Ἀπόλλωνα ἔγνω εἴσαντα ἰδών (Il. 17, 334). Παλλὰς δὲ παρὰ τὰς παλάμας, ἢ ὅτι εὐκίνητος ὁ νοῦς “ὡσεὶ πτερὸν ἠὲ νόημα” (Od. 7, 36).

200. *Παλλάδʼ Ἀθηναίην] ἐπιθετικῶς τὴν Ἀθηνᾶν, ἤτοι ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ (πολεμικὴ γὰρ ἡ θεός), ἢ ὅτι ἕνα τῶν γιγάντων Πάλλαντα ἀπέκτεινεν, ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἐν τῇ κεφαλῇ τοῦ Διὸς, ἢ ἀπὸ τοῦ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διί.

δεινὼ δέ οἱ ὄσσε φάανθεν] ὁ δέ ἀντὶ τοῦ γάρ. διὰ δὲ τῆς ἐκπλή- ξεως Ἀχιλλέως τὴν γλαυκῶπιν παρέστησεν Ἀθηνᾶν. τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτίσθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί.

204. φωνήσας] προσκαλεσάμενος, ἢ τὸ ὄνομα αὐτῆς εἰπών.

202. αἰγιόχοιο] τοῦ ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος· ὅθεν καὶ Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς ποριστικὸν τυγχάνον. πυνθανομένου δὲ μᾶλλον ἢ ὀργιζομένου ὁ λόγος.

203. ἢ ἵνα ὕβριν ἴδῃ] δίχα τοῦ σ. ὑψοῖ δὲ τὴν φωνὴν καὶ τὴν ὕβριν, ὡς καὶ θεοὺς εἰς θέαν κινήσασαν.

204. Ἀρίσταρχος τελέεσθαι, οὐ τετελέσθαι γράφει.

205. ᾗς ὑπεροπλίῃσι] πρὸ τῶν λόγων ἐνδέδωκε τῇ παρουσίᾳ αὐ- τῆς. τὸ δὲ τάχα ἄν ταχέως, καὶ πλεονάζει τὸ ποτέ. ὑπʼ ἐμοῦ δὲ, φησὶν, ἀπολεῖται. διό φησιν ἡ θεὸς “μηδὲ ξίφος ἕλκεο χειρί.”

207. αἴ κε πίθηαι] τὸ σφριγῶν τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις. ὅμως ἐκδειματοῖ, καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται, ὡς λύκος ἄρνα.

211. ἔπεσι μὲν ὀνείδισον] τεχνικῶς λίαν οὐχ ἅμα πάσης αὐτὸν ἐκκόπτει τῆς ἐπιθυμίας, ἀλλʼ ὡς ἰατρὸς οἶνον ἀπαγορεύων ὕδωρ δίδω- σιν, οὕτως διὰ τὸ τοῦ μείζονος ἐκτρέψαι τὸ ὀλίγον συγχωρεῖ, ὡς καὶ Ἡσίοδος “τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις” (O. 33). 35 [*](34. *ἐκτρέψαι] ἐκτρίψαι 35. “κε] καὶ)

42
ἢ ὀνειδίσαι φησὶ τὸ ὑπομνῆσαι τῶν εὐεργεσιῶν, ὡς Πορφύριός φησιν, ἤτοι ὡς ἀχάριστον αἰτιάσασθαι.

τὸ ἔπεσι μὲν ὀνείδισον ἀπρεπὲς θεᾶς εἰς λοιδορίαν. ἡ δὲ λύσις ἐκ τῆς λέξεως· ὀνείδισον γὰρ ἔφη ἀντὶ τοῦ ὑπόμνησον τῶν εὐεργεσιῶν, ὡς ἐγένοντο. ὀνείδισον γὰρ ἔφη, οὐ λοιδόρησον. ὀνειδισμὸς δέ ἐστιν ἀνάμνησις εὐεργετημάτων, ᾧν τις παρέσχετο.

ἀναπαυστέον τὸν λόγον εἰς τὸ ὀνείδισον· τὸ δὲ “ὡς ἔσεταί περ, ὧδε γὰρ ἐξερέω” ἀναγνωστέον ἐν ταὐτῷ.

212. τετελεσμένον ἔσται] εἰ μὲν ἄνθρωπός ἐστιν, ὀΐω φησὶν, εἰ θεὸς, διαβεβαιοῦται.