Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

251. οἵ οἱ] οἱ μὲν εὐθεῖαν ἀντὶ γενικῆς, ὡς τὸ “οἱ δὲ δύο σκό- πελοι” (Od. 12. 73), ἵνʼ ᾖ οἵτινες αὐτῶν, τῶν ἀνθρώπων δηλονότι· καὶ ἔστι τὸ δεύτερον οἱ ἀντὶ τοῦ αὐτῷ. οἱ δὲ πρὸς τὸ γενεαί, ὡς φάλαγγες ἱστάμενοι.

ἅμα τράφεν ἠδʼ ἐγένοντο] ὡς ἀμφιέσασα καὶ λούσασα (Od. 5, 264), ἔσω εἰσῄει (Od. 17, 30).

252. τριτάτοισιν] τοῖς ἀπὸ τῆς αὐτοῦ γενέσεως τρίτην ἡλικίαν ἄγουσιν.

254. ὢ πόποι] ὅταν τὸ πρᾶγμα προοίμιον ᾖ τῷ μεγέθει καὶ τῷ πάθει, οὐ δεῖ πορίζειν ἑτέρωθεν προοίμια. ἔχει δὲ τὴν προσοχὴν ἀπὸ ὀλοφυρμοῦ ἀρξάμενος. δημηγορικῶς δὲ τὰς δύο παρίστησιν ἠπείρους αὐτοῖς, τὴν μὲν πενθήσουσαν, τὴν δὲ χαρησομένην, πρὸς κατήφειαν ἄγων αὐτούς.

[*](1. Ἡρακλέους—υἱῶν αὐτῶν] *Ἡρα- γήραϊ λυγρῷ” (Il. 10, 79). τῶν οὖν κλέους· οἱ δὲ συγγηράσαντες οὐ συνε- υἱῶν αὐτῶν ἦρχεν στράτευσον· αὐτὸς δὲ “οὔ μιν ἐπέτρεπε)
48

255. ἦ κεν γηθήσαι Πρίαμος] ἐρεθιστικὸς ὁ τῶν ἐχθρῶν ἔπαινος· καὶ διὰ μὲν Πριάμου Ἀγαμέμνονα, διὰ δὲ Ἕκτορος Ἀχιλλέα ἐρε- θίζει, οὗ τὸ ὄνομα ἐφυλάξατο, ἵνα μὴ δοκῇ συνηγορεῖν Ἀχιλλεῖ.

257. τάδε πάντα] αὔξησιν ἔχει ἡ δεῖξις καὶ οἱ ἀριθμοί. τὸ δὲ μαρναμένοιιν διὰ τὴν ξιφουλκίαν.

258. φυλάττεται τῆς περί ὁ τόνος, κἄν τε ἀντὶ τῆς ὑπέρ ἐστι, κἄν τε πρὸς τὸ ἐστέ φέρηται. τὸ δὲ βουλήν διὰ τοῦ ν καὶ οὐ διὰ τοῦ ι, ὥς φησιν Ἡρωδιανός.

261. καὶ οὔ ποτέ μʼ οἵ γʼ ἀθέριζον] ἀνεπαχθὲς τοῦτο, παρὰ τοὺς ἀθέρας, οἳ εἰς οὐδὲν συντελοῦντες ἀνεμόφθοροι γίνονται. σημαίνει δὲ τὸ ἀπεκήρυττον καὶ ἀδόκιμον ἔκρινον. μαλακτικώτατον δὲ τοῖς θυμου- μένοις μῦθος, ὥσπερ καὶ Φοῖνιξ φησὶ πρὸς Ἀχιλλέα.

*ἀθέριζον] ἀπέκρινον, ἠτίμων ὡς οὐδενὸς ἄξιον, ἀπὸ τῶν ἀποκρινο- μένων ἀθερῶν. ὥσπερ οὗτοι ἀπὸ τῶν καρπῶν ἀποκρίνονται. οὔποτέ με ἐν ἀθερῶν μοίρᾳ εἶχον. ταυτὸν δέ ἐστι τῷ “οὔ τι ἀπόβλητον ἔπος ἔσσεται.” καὶ τὸ οὐχ ἅλιον, καὶ ἴσον τῷ οὐκ ἀθερίζω, οὐκ ἀποβαλεῖν ἄξιον τῶν θαλάμων.

262. οὐδὲ ἴδωμαι] ἀπολογούμενος ὑπὲρ ὧν ἠλάττωσεν αὐτοὺς, οὐδὲ ἔσεσθαι τοιούτους λέγει· τοῖς γὰρ ἀποθανοῦσιν οὐδεὶς φθονεῖ, ἐπειδὴ τὸ ἀπὸν ἀνεμποδίστῳ εὐνοίᾳ τετίμηται. οὐ παρέθετο δὲ τὰ ἐν Πελοποννήσῳ πεπραγμένα ἑαυτῷ ἐν τῷ πρὸς Ἠλείους πολέμω. οὐ γὰρ οὕτω τὸν Ἀγαμέμνονα πείθειν προῃρεῖτο ὡς τὸν Ἀχιλλέα, ὃν εἶδε σπώμενον τὸ ξίφος. καλῶς οὖν ἀπὸ Θετταλικῶν παραινεῖ, ἐπειδὴ κἀκείνοις περὶ γυναικὸς ἦν ἡ στάσις, ἵνʼ ἐξ ἑτοίμου τῷ μύθῳ τούτῳ πείσῃ αὐτόν.

264. παρὰ μὲν τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται τὸ Ἐξάδιον, ὃ καὶ ἄμεινον, παρὰ δὲ τοῖς νεωτέροις ἀπὸ τοῦ ξ.

266. κάρτιστοι δὴ κεῖνοι] κάρτιστοι μὲν οὗτοι τῶν ἀνδρῶν· ἐκεῖνοι δὲ κράτιστοι πρὸς τὰ λοιπὰ συγκρινόμενοι θηρία. ἐκ Στίλβης μὲν οὖν τῆς Πηνειοῦ κόρης καὶ Ἀπόλλωνος γέγονε Λαπίθης, ἀφʼ οὗ Λαπίθαι. ἑξήκοντα δὲ τοὺς ἐπισημοτάτους αὐτῶν καταλέγει Πορφύ- ριος. οἱ δὲ Κένταυροι κατὰ μὲν τοὺς ποιητὰς λέγονται Ἰξίονος καὶ νεφέλης· τινὲς δὲ Δουλίδι Ἰξίονα μιγῆναι, ἅμα δὲ καὶ Πήγασον τὸν πτερωτὸν κατὰ τὴν αὐτὴν νύκτα, ἐξ ὧν γενέσθαι Κένταυρον, ἀφʼ οὗ πολὺ πλῆθος γίνεται· ὁ δὲ Χείρων δοκεῖ ἐκ Κρόνου γεγενῆσθαι. ἀσελ- [*](17. θαλάμων] θαλά,)

49
γεῖς δὲ λίαν γεγόνασιν. ἐκ Φολόης δὲ αὐτοὺς Ἡρακλῆς ἐδίωξεν· εἶτα ἧκον εἰς τὸ Πήλιον.

268. θηρσὶν Αἰολικῶς· ἢ φυηρέσιν, τοῖς τὴν φύσιν ἡρμοσμένοις. ᾤκουν δὲ περὶ τὸ Πήλιον καὶ τὴν Οἴτην. τὸ δὲ ἀπώλοντο, ἵνα μὴ ζητῶμεν τὸ γένος αὐτῶν.

269. ὁμίλεον] οὐκ εἶπεν ἐπεκούρουν οὐδὲ συνεμάχουν· οὐ γὰρ ἂν αὐτοῖς συνεμάχει μὴ ὢν καὶ παρόμοιος.

270. τηλόθεν ἐξ ἀπίης] τῆς πόρρωθεν οὔσης, ἐκ τοῦ ἴημι. καλέσαντο γὰρ] ἐπεὶ ἐνδέχεται τὸν ἄποθεν οἰκοῦντα αὐτεπάγ- γελτον ἥκειν, δόξης ἕνεκέν φησιν ὅτι μετεπέμψαντο καὶ οὕτως ἧκεν.

271. κείνοισι δʼ ἂν οὔτις] παρεισάγει τοὺς πάντας ἡσσωμένους αὐτοῖς, ἵνα τῇ συμβουλῇ δοκοῖεν καὶ τῶν κρειττόνων περιγεγενῆσθαι. Πηλέως δὲ οὐκ ἐμνήσθη ὡς Ἀγαμέμνονος φίλος, καὶ ἵνα μὴ δοκῇ Ἀχιλλέα μᾶλλον ἐλέγχειν, εἴ γε ὁ πατὴρ αὐτοῦ τι ἠπίστατο, αὐτὸς δὲ οὔ.

273. διὰ τοῦ ε τὸ ξύνιεν, ὡς τὸ “αὐτὰρ ἐπεὶ κόσμηθεν” (Il. 3, 1).

275. μήτε σὺ τόνδʼ ἀγαθός περ ἐών] διὰ τῆς δευτέρας συλλαβῆς δίδωσιν ὑπόνοιαν ὡς οὐδὲ τὸν ἄλλον ἀνουθέτητον ἐάσει. ἤρξατο δὲ ἀπὸ Ἀγαμέμνονος, ὅτι αὐτὸς ἦρξε τῆς στάσεως καὶ τὰ δοθέντα ἀφῃρεῖτο, καὶ μᾶλλον συνήθης ἦν τῶν ἄλλων τῷ Νέστορι (διὸ παρρησιάζεται), καὶ διὰ τὸ θυμῶδες Ἀχιλλέως. προκαταστέλλει δὲ τὸν θυμὸν διὰ τοῦ ἀγαθός, ὅ ἐστι, μὴ θελήσῃς ἀνάξια σαυτοῦ ποιῆσαι.

277, 278. Πηλείδη θέλʼ] Ἀρίσταρχος ὀξύνει τὴν δη, τὸ πλῆρες λέγων ἔθελε· ἀεὶ γὰρ τὸ ἐθέλω παρὰ τῷ ποιητῇ ἀπὸ τοῦ ε ἄρχεται. ἐνταῦθα δὲ διὰ τὸ μέτρον ἀποκοπὴ μὲν τοῦ ὀνόματος ἐγένετο, μετά- βασις δὲ τοῦ ε εἰς η.

ἐριζέμεναι βασιλῆϊ ἀντιβίην] πολλάκις πολλαχοῦ ἀγαθὸν ἡ ἔρις· διὸ ἀντιδιαστέλλων ἐπήνεγκε τὸ ἀντιβίην, τὸ μετὰ βίας καὶ φιλο- νεικίας δηλῶσαι θέλων. ἐν γὰρ ταῖς μέσαις τῶν λέξεων τὸ μὲν ἀγαθὸν δίχα ἐπιθέτου φησὶ, τὸ δὲ φαῦλον μετὰ ἐπιθέτου. καὶ τὸ μὲν ἀγαθὸν, ὡς τὸ “δῶκε μένος καὶ θάρσος” (Il. 5, 2), τὸ δέ [*](1. Φολόης correxi pro Φλόης. 24. Hoc scholion (numero no- 10. *μετεπέμψαντο] μετεπέμψατο tatum ιγ΄) legitur post proximum 12. *δοκοῖεν] δοκοῖτο (ιβ΄). 14. ἠπίστατο] *πέπεισται )

50
κακόν “καὶ σὺ κακοῖσι δόλοισι κεκασμένε” (Il. 4, 339)· πρόσ- κειται γὰρ τὸ κακοῖσιν. ἔστι δὲ καὶ ἄμφω εὑρεῖν ἐν ἑνὶ στίχῳ· “ἀλλʼ ἐπεὶ οὖν δὴ ἔργα κάκʼ ἔμαθεν, οὐκ ἐθελήσει ἔργον ἐποί- χεσθαι” (Od. 17, 226)· ἰδοὺ γὰρ τὸ ἔργον χωρὶς ἐκτέθειται.

πρῶτα μὲν καὶ πρῶτον τὰ ἐπιρρήματα, τὸ δὲ πρώτως ἀντὶ τοῦ ἐξόχως.

279. σκηπτοῦχος βασιλεύς] τὰ μὲν Ἀχιλλέως πλεονεκτήματα πλείονα, τὸ δὲ Ἀγαμέμνονος ἓν, ὅπερ δὴ πολυλογῶν ἀντισηκοῖ τοῖς ἄλλοις.

*πῶς τοῦτο ὁ Νέστωρ εἴρηκεν; ἆρα δύναταί τις βασιλεῦσαι χωρὶς τῆς τοῦ θεοῦ βουλῆς; ῥητέον οὖν ὅτι καλῶς τοῦτο εἴρηκεν· οὐ γὰρ ἅπαντες παρὰ τοῦ Διὸς ἔχουσι τὸ σκῆπτρον οὐδὲ τὴν ἀρχὴν ταύτην, ἀλλὰ μόνοι οἱ ἀγαθοί. εὐλόγως δὲ εἶπεν ὅτι τὸ μὲν ἄρχειν ἀπὸ θεοῦ ἐστὶν, οὐ μέντοι καὶ πᾶς ἄρχων καταθύμιός ἐστι τῷ θεῷ ὡς παραχρώμενος τῇ ἰδίᾳ ἐπιθυμίᾳ ἀπρεπῶς, τοῦ θείου παραχωροῦντος αὐτῷ καὶ ἀφροντιστοῦντος τοῦ τοιούτου.

281. ἀλλʼ ὅδε φέρτερός ἐστι] οὐ γὰρ γενναῖός τις ὢν ἢ εὐσθενής τε καὶ εὐγενὴς ἄρξει βασιλέως, τοὐναντίον δὲ, ἐπειδὴ καὶ θείας λήξεως ὁ βασιλεὺς τυγχάνει.

282. αὐτὰρ ἔγωγε] πρὸς δυσώπησιν μὲν ἰδίαν ὁρίζεται χάριν, ὡς ὑπερέχοντα δὲ παρακαλεῖ. ὑψοῖ δὲ καὶ Ἀχιλλέα ὡς δίχα αὐτοῦ οὐδὲν ὄντων τῶν ἄλλων Ἀχαιῶν.