Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

566. θυμὸν ἀχεύων οὐ διὰ σμικρολογίαν ἐφίεται τοῦ μείζονος ἄθλου, ἀλλὰ φύσει πάντες νικᾶν θέλομεν. φιλότιμος μὲν οὖν ἐστὶ περὶ τὴν νίκην· ὅτι δὲ οὐ δύσερις, ἔδειξε παραχρῆμα διαλυσάμενος. μέμφεται δὲ αὐτῷ ἀπατήσαντι καὶ παρὰ τὴν ἡρωῖκὴν ἁπλότητα πανουργήσαντι. καὶ Ἀχιλλεὺς “ἐκ γὰρ δή μʼ ἀπάτησε” (Il. 9, 375).

568. *χειρὶ γρ. χερσί.

*πρὸς τοὺς δημηγοροῦντας, ὅτι σκῆπτρα ἔλαβον.

574. ὅτι οὐκ εἰς τὸ μέσον παρελθόντες, ἀλλὰ μέσον δικάσατε, μήτε τούτῳ προσχαριζόμενοι μήτε ἐμοί. διὸ ἐπιφέρει μηδʼ ἐπ᾿ ἀρωγῇ.

581. ἀθετεῖται, ὅτι ἀκαίρως λέγει διοτρεφές, ὀργιζόμενος αὐτῷ.

582–585. διαστολαὶ ἐπὶ τὸ ἅρματος, ἔλαυνες καὶ ἁψάμενος· μέχρι γὰρ τοῦ ἅρμα πεδῆσαι ἤρτηται ὁ λόγος.

587. *ἄνσχεο ἐν ἄλλῳ ἴσχε.

592. δώσω τὴν ἀρόμην ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον. ὑποστικτέον δὲ μετὰ τὸ ἀπαιτήσειας.

599. ὅτε φρίσσουσιν ἄρουραι ἀντὶ τοῦ φρίσσοντας ἔχουσι τοὺς· στάχυας.

603. *ὅτι παρήορος ὁ παρηρτημένος τὰς φρένας, οὐκ ἀραρὼς οὐδὲ κατὰ χώραν ἔχων αὐτάς· καὶ ὅτι χωόμενος νῦν ἀντὶ τοῦ χολούμενος.

604. ὅτι νῦν μόνον οὕτως ἐσχημάτισε, νεοίη ἀντὶ τοῦ νεότης.

νεοίη ὡς ὁμοίη. οἱ μέντοι μετʼ αὐτὸν ὡς ἐπὶ πλεῖστον νεοείαν λέγουσι. περὶ δὲ τῆς λέξεως, εἰ ὑγιῶς ἐσχημάτισται, ἐν τῷ προτατικῷ ἐζήτησα. ἅπαξ δὲ ἐχρήσατο τῇ λέξει.

*οἱ περὶ Ἀντίμαχον νόημα γράφουσιν.

605. *δεύτερον γρ. ὕστερον.

[*](4. μὲν addidit Bekkerus. τητα. οἱ μέντοι μετʼ αὑτὸν ὡς ἐπὶ τὸ)[*](5. οὐ δύσερις Bekkerus] οὐδεὶς πλεῖστον τὴν ἄνοιαν λέγουσι Lehr- sius Herod. p. 329, collato Hesy-)[*](11. δικάσατε] δικάσσατε chio s. v. νεοίη. Scholion est Hero-)[*](18. ἴσχεο] Conf. ad 24, 518. diani.)[*](27. οἱ—λέγουσι] λέγει δὲ τήν νεό- 30. οἱ Bekkerus] αἱ)
266

616. πρὸς τὴν ἀμφίθετον, ὅτι ἡ πανταχόθεν ὑπέρεισιν ἔχουσα· καὶ ὅτι οἰκονομικῶς ὑπολείπεται ἔπαθλον, ἵνα μὴ ὁ Νέστωρ ἄτιμος γένηται ἐν τῷ ἐπὶ Πατρόκλῳ ἀγῶνι. βέλτιον δὲ στίζειν ἐπὶ τὸ φιάλη, καὶ τοῦ λόγου διαστέλλειν ἀξιοῦντος, ἵνα ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκωμεν “τὴν Νέστορι δῶκεν Ἀχιλλεύς” ἀντὶ τοῦ ταύτην.

621. ὅτι προτάσσει τὴν πυγμὴν, ὡς καὶ ἐν Ὀδυσσείᾳ (8, 246) “οὐ γὰρ πύγμαχοί εἰμεν.” ὁ αὐτὸς ἄρα ποιητής.

622. * ἐνδύσεαι Ἀρίσταρχος ἐσδύσεαι.

οὕτως ἐσδύσεαι σχεδὸν ἅπασαι· οὐδέποτε γὰρ Ὅμηρος τῇ ἐν ἀντὶ τῆς εἰς κέχρηται.

623. *ἐπείγει γρ. καὶ ὀπάζει καὶ ἱκάνει καὶ ἔπεισι. a m. rec.

627. οὐ γὰρ ἔτʼ ἔμπεδα τι ἀπὸ τοῦ γάρ ἦρκται, τὸ αἰτιατικὸν προτάξας· καὶ ὅτι ἐπεξηγήσατο τὴν ἔμπεδα γυῖα λέξιν. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ φίλος, ὅτι, ὡς εἴρηται, ἐπεξηγεῖται τὰ γυῖα, ὅτι πόδες καὶ χεῖρες.

630. ὅτι τῶν ἀναξίων ἀγώνων μέμνηται, ἱερῶν δὲ οὔ.

634. πὺξ μὲν ἐνίκησα ὅτι τὴν ὁμοίαν τάξιν καὶ ὁ Νέστωρ τηρεῖ τῶν ἀγωνισμάτων.

635. *πάλῃ Ἀρίσταρχος σὺν τῷ ν πάλην.

πρὸς τὸ ὅς μοι ἀνέστη· δεῖ γὰρ αὐτὸν ὑποστήσασθαι καθήμενον, τοῦ δὲ κήρυκος παλαιστὰς καλέσαντος ἀνιστάμενον.

638, 639. σεσημείωται ὁ τόπος πρὸς τὰ περὶ τῶν Μολιονιδῶν ζητούμενα· ζητεῖται γὰρ τί ἐστι τὸ πλήθει πρόσθε βαλόντες, καὶ ὁποῖοί τινες ἦσαν τὴν φύσιν ὡς λέγεσθαι ἐπʼ αὐτῶν οἱ δʼ ἄρʼ ἔσαν δίδυμοι, τίς τε τῆς ἁρματηλασίας ὁ τρόπος, καὶ τί τὸ τῆς νίκης αἴτιον. Ἀντόδωρος μὲν οὖν ὁ Κυμαῖος τὴν μὲν φύσιν αὐτῶν, οἵα τίς ποτέ ἐστιν, οὐ προσποιεῖται, τινὰς δέ φησι λέγειν ὅτι ἅρματα πλείονα καθῆκαν εἰς τὸν ἀγῶνα, οἷς ἐνεπόδιζον τὰ τῶν ἀντιπάλων, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες. ἄλλοι δέ φασι πρὸς τὴν ἄφεσιν τῶν ἀρμάτων συνηγωνίσθαι τοῖς Ἄκτορος υἱοῖς τοὺς ἀθλοθετοῦντας, διόπερ ἀφῆκαν πολὺ προλαβεῖν τὰ τούτων ἅρματα, καὶ τουτέστι τὸ πλήθει πρόσθε βαλόντες. Ἀρίσταρχος δὲ διδύμους ἀκούει οὐχ οὕτως ὡς [*](15. ὡς εἴρηται] Non Nicanoris, 27. Ἀντόδωρος] Male pro Ἀντί- sed epitomatoris verba: v. Friedl. δωρος vel Αὐτόδωρος: v. Thes. vol. Nic. p. 110. 2 p. 760.) [*](17. ἀναξίων] ἐπιταφίων Lehrsius.)

267
ἡμεῖς ἐν τῇ συνηθείᾳ νοοῦμεν, οἷοι ἦσαν καὶ οἱ Διόσκοροι, ἀλλὰ τοὺς διφυεῖς, δύο ἔχοντας σώματα, Ἡσιόδῳ μάρτυρι χρώμενος, καὶ τοὺς συμπεφυκότας ἀλλήλοις. οὕτως γὰρ καὶ τὸ λεγόμενον ἐπʼ αὐτῶν σαφηνίζεσθαι ἄριστα· ἀναστάντος γὰρ δὴ τοῦ Νέστορος ἐπὶ τὸν ἀγῶνα καὶ αὐτοὺς ἀναστῆναι· εἶτα τὸν μὲν Νέστορα λέγειν ὡς οὐ δίκαιοι εἶεν ἀγωνίζεσθαι παρηλλαγμένοι τὴν φύσιν ὄντες· ὁ δὲ δῆμος συναγωνίζοιτο αὐτοῖς, καὶ λέγοι ὡς εἶεν εἷς ἀμφότεροι καὶ διὰ τοῦτο ὀφείλοιεν ἑνὸς ἐπιβαίνειν ἅρματος ἅτε δὴ συμπεφυκότες, καὶ κρατοῖέν γε οἱ πολλοὶ, καὶ τοῦτο εἶναι τὸ πλήθει πρόσθε βαλόντες.

639. *ἀγασσάμενοι ἔν τισι διὰ τοῦ ω ἀγασσαμένω.