Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

504. *ὅτι τὰ ἅρματα ἐπέτρεχον καὶ οὐκ ἐπέτρεχεν. οὕτως δὲ διὰ τοῦ ο.

506. *πετέσθην ἐν ἄλλῳ πέτεσθον.

509. ίφροιο—παμφανόωντος ὅτι τοῦτο διακρίνει τὴν ἐν ἄλλοις ἀμφιβολίαν. πρὸς τὸ ἐνώπια παμφανόωντα (Il. 8, 435)· δείκνυται γὰρ τὰ ἅρματα παμφανόωντα.

512, 513. *πρὸς τὴν διαφορὰν τοῦ ἄγειν καὶ φέρειν.

514. Ἀντίλοχος Νηλήϊος ὅτι ἀπὸ τοῦ προπάτορος ὁ Ἀντίλοχος Νηλήϊος· ἔστι γὰρ θεοῦ υἱὸς ὁ Νηλεὺς Ποσειδῶνος. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ ἵππους πρὸς τὸ σαφέστερον.

518. *πεδίοιο ὅτι διὰ πεδίου.

521. *πεδίοιο ὅτι διὰ πεδίου.

523. σημειοῦνταί τινες ὅτι ἃ ἄνω εἶπε δίσκου οὖρα, νῦν συνθέτως δίσκουρα.

[*](19. κατεχρήσατο] τῷ στίχῳ intel- 364, 372. ligit Cobetus. 32. νῦν Friedl.] νῦν δὲ, recte, si)[*](30, 31. Plenius alibi saepe ὅτι ἃ deleatur. ἐλλείπει ἡ διά, διὰ πεδίου, velut ad v.)
264

Πτολεμαῖος καὶ οἱ πλείους δίσκουρα ὡς λίπουρα. καὶ Ἀρίσταρχος δέ φησιν· ὅπερ ἄνω κατὰ διάλυσιν εἶπεν “ὅσσα δὲ δίσκου οὖρα,” τοῦτο νῦν κατὰ σύνθεσιν ἐξήνεγκεν. κἀγὼ δὲ συγκατατίθεμαι.

527. ὅτι Ζηνόδοτος γράφει ἢ ἀμφήριστον ἔθηκεν, οὐκ εὖ· νῦν γὰρ οὐχ ἁρμόζει, ἐπὶ Διομήδους δὲ τοῦ σύνεγγυς τρέχοντος. διὰ δὲ τούτου βούλεται λέγειν οὐδʼ ὅλως ἀμφήριστον.

531. ὅτι τὸ ἤκιστος τῶν ἅπαξ εἰρημένων ἐστί. γέγονε δὲ παρὰ τὸ ἦκα, ὅ ἐστιν ἡσυχῆ. καταστρέφει δὲ εἰς τὸ ἐλάχιστος· διὸ καὶ ψιλοῦται καὶ οὐχ ὡς παρὰ τοῖς Ἀττικοῖς δασύνεται. ἔστι δὲ ἐναντίον τὸ ἤκιστα τῷ μάλιστα.

533. οὕτως πρόσσοθεν ἐλαύνων. κατεαγότος δὲ τοῦ δίφρου, ἀφικνεῖται ἐκ τῶν ἔμπροσθεν ἐλαύνων τοὺς ἵππους, ὥσπερ οἱ τῶν ἀγωγέων περιεχόμενοι, καὶ τῇ μάστιγι περιελαύνων κατὰ τὸν αὐχένα καὶ τὰς πλευράς· οὕτως γὰρ ἀκουστέον, καὶ οὐ κυρίως. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει ἐλαύνων ὠκέας ἵππους, ὡς ἡνιοχοῦντος αὐτοῦ· συντετριμμένου δὲ τοῦ ἅρματος ἔμπροσθεν γενόμενος ἐλαύνει, τὰς πλευρὰς τῶν ἵππων τύπτων. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ καλά πρὸς τὸ σαφέστερον. τὸ δὲ πρόσσοθεν ὡς ἔμπροσθεν, καὶ συνεστάλη τὸ ω εἰς τὸ ο.

538. δεύτερʼ· ἀτάρ ὅτι ἔν τισιν ὑποτάσσονται τούτῳ “τὰ τρίτα δʼ Ἀντίλοχος, τέτρατα ξανθὸς Μενέλαος, πέμπτα δὲ Μηριόνης θεράπων ἐὺς Ἰδομενῆος.” χωρὶς δὲ τοῦ μηδὲ τὸν χαρακτῆρα ἔχειν Ὁμηρικὸν, ἔτι καὶ πρὸς οὐδὲν γίνεται ἡ ἐξαρίθμησις τῆς τάξεως.

539. *ὡς ἐκέλευεν ἐν ἄλλῳ ἠδὲ κέλευον.

540. *ἐπῄνησαν γὰρ Ἀχαιοί ἐν ἄλλῳ ἐπῄνησαν γὰρ οἱ ἄλλοι.

543. *κεχολώσομαι σημειοῦνταί τινες ὅτι ἀντὶ τοῦ μηνίσω.

544. *μέλλεις ὅτι ἀντὶ τοῦ ἔοικας.

548. *οὕτως διὰ τοῦ σ, φίλος, πᾶσαι εἶχον.

551, 552. ὅτι τὸ ἔπειτα ἀντὶ τοῦ μετὰ ταῦτα· ἀντιδιέσταλται γοῦν τὸ αὐτίκα. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “Φοῖνιξ μὲν πρώτιστα, αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας” (Il. 9, 169).

559. ὑποστικτέον μετὰ τὸ ἐπιδοῦναι, τοῦ ἑπομένου συνδέσμου περιττεύοντος.

561, 562. εἰσὶν οἳ ἀνέστρεψαν τὴν περί. ὁ μέντοι Ἀσκαλωνίτης [*](7. ὅτι addidit Bekkerus. 18. πρόσσοθεν] πρόσσωθεν)

265
καὶ οἱ πλείους κατὰ παρολκὴν ἐξεδέξαντο κεῖσθαι, διὰ τὸ ἀμφιδεδίνηται· διὸ οὐκ ἀναστρέφουσιν.