Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

640. συναπτέον τοῖς ἡγουμένοις τοῦτον τὸν στίχον, εἶτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον. ἢ γὰρ τοῦτό ἐστι τὸ λεγόμενον, ὅτι ἐφθόνησαν διὰ τὸ μέγιστα εἶναι τῶν ἵππων ἆθλα, ἢ τοῦτο, οὕνεκα τὰ μέγιστα ἆθλα παρʼ αὐτοῖς ἦν, νενικηκόσι δηλονότι. οὕτως δὲ παρʼ αὐτόφι διὰ τοῦ φ ἀντὶ τοῦ παρʼ αὐτοῖς.

642. πρὸς τὴν ἐπανάληψιν, ὅτι πυκνῶς μὲν ἐν Ἰλιάδι, ἅπαξ δὲ ἐν Ὀδυσσείᾳ.

644. ἔργων τοιούτων ὅτι ὁ στίχος οὗτος καὶ ἑξάμετρος γίνεται καὶ τρίμετρος παρὰ τὴν ἀγωγὴν τῆς προφορᾶς.

648. τὸ ἐνηέος βέλτιόν ἐστι τοῖς ἑξῆς συνάπτειν, εἰ καὶ οὐχ Ὁμηρικὸν τὸ ὑπερβατὸν, ἵνα ᾖ τὸ ἑξῆς, οὐδέ σε λήθω ἐνηέος τιμῆς. ἐὰν δὲ τοῖς ἄνω προσδῶμεν αὐτὸ, ὡς ἡ συνήθεια ποιεῖ, λείπειν φήσομεν τὸ ὡς, ἵνʼ ᾖ ὡς ἐνηέος. ἢ διὰ μέσου ἐστὶ τὸ οὐδέ σε λήθω.

650. *βραχὺ διασταλτέον ἐπὶ τὸ ἀντί.

659. ἄνδρε δύω περὶ τῶνδε ὅτι ἰσαρίθμους τοῖς ἐπάθλοις ἀγωνιστὰς καλεῖ, καὶ τοῦτο ἐπὶ πάντων τάττει.

660. Ἀπόλλων Φόρβας ἀνδρειότατος τῶν καθʼ αὑτὸν γενόμενος, ὑπερήφανος δὲ, πυγμὴν ἤσκησεν, καὶ τοὺς μὲν παριόντας ἀναγκάζων ἀγωνίζεσθαι ἀνῄρει, ὑπὸ δὲ τῆς πολλῆς ὑπερηφανίας ἠβούλετο καὶ πρὸς τοὺς θεοὺς τὸ ἴσον φρόνημα ἔχειν. διὸ Ἀπόλλων παραγενόμενος καὶ συστὰς αὐτῷ ἀπέκτεινεν αὐτόν· ὅθεν ἐξ ἐκείνου καὶ τῆς πυκτικῆς ἔφορος ἐνομίσθη ὁ θεός. ἡ ἱστορία παρὰ τοῖς κυκλικοῖς.

[*](1. Διόσκοροι] Διόσκουροι Bek- rec. ὡς μεῦ, sed punctis notatum kerus. ut delendum.)[*](11. τοῖς ἡγουμένοις addidit Friedl. 26. τάττει] ποιεῖ Lehrsius.)[*](20. Versui 648 adscriptum a m. 30. * τὸ ἴτον] τοιοῦτο)
268

661. καμμονίην ὅτι οὐκ ἔστιν ἓν ἀνθʼ ἑνὸς καμμονίη νίκη, ὡς οἱ γλωσσογράφοι, ἀλλʼ ἡ ἐκ πολλῶν· διὸ ἐπὶ δρομέων οὐ τάσσει, ἀλλʼ ἐπὶ τῶν πυκτευόντων καὶ μονομαχούντων· μία γὰρ καταμονῆς.

662. *φερέσθω ἐν ἄλλῳ νεέσθω.

670. μάχης ἐπιδεύομαι τὸ ὁμολογεῖν ἐφʼ οἷς τις ἡττᾶται πίστιν ἐμποιεῖ περὶ ὧν τις ἐπαγγέλλεται.

672. * τὸ δὲ καί γράφεται καὶ μὴν τετελεσμένον ἔσται.

679. *οὕτως Θήβασδε, εἰς Θήβας.

ὅτι ἐπὶ τοῦ Μηκιστέως ἀκουστέον ὅς ποτε Θήβας ἦλθεν, οὐκ ἐπὶ τοῦ Εὐρυάλου, ὡς ὁ Κράτης. καὶ ὅτι οἱ νεώτεροι παρὰ τὸν Ὅμηρον τὸν Οἰδίπουν φασὶν ἑαυτὸν τυφλώσαντα ποδηγούμενον εἰς Ἀθήνας ἐλθεῖν καὶ ἐκεῖ τελευτῆσαι· νῦν δὲ ὁμόλογον ὅτι ἐν Θήβαις ἐτελεύτησεν. καὶ πρὸς τὸ δεδουπότος· οἱ γλωσσογράφοι γὰρ ἓν ἀνθʼ ἑνὸς τεθνηκότος ἐξεδέξαντο. ἐκ παρεπομένου δὲ νοητέον ὅτι ἤτοι ἐν πολέμῳ τετελεύτηκε· ψοφοῦσι γὰρ οἱ πίπτοντες· “δούπησεν δὲ πεσών” (Il. 4, 504)· ἢ κατεκρήμνισεν ἑαυτόν· καὶ γὰρ οὗτος ὁ θάνατος μετὰ ψόφου.

683. ἡ διπλῆ πρὸς τὸ παλαιὸν ἔθος, ὅτι ἐν ἑνὶ περιζώματι ἠγωνίζοντο.

ζῶμα νῦν περίζωμα. πρῶτον δὲ ἔθος ἦν τοῖς παλαιοῖς περιζώματα φέρειν ἐν τοῖς αἰδοίοις καὶ οὕτως ἀγωνίζεσθαι. κατὰ δὲ τὴν ιδ΄ Ὀλυμπιάδα Ὀρσίππου τοῦ Λακεδαιμονίου λυθὲν ἀγωνιζομένου τὸ περίζωμα αἴτιον αὐτῷ ἥττης ἐγένετο, ἐξ οὗ νόμος ἐτέθη γυμνοὺς τρέχειν.

686. βραχὺ διασταλτέον μετὰ τὸ ἀνασχομένω ἢ ἐπὶ τὸ στιβαρῇσι.

688. χρόμαδος ὠνοματοποίησε τὸν ψόφον· ἅμα γὰρ καὶ τρίζουσιν οἱ πύκται, ἐπάγοντες τὴν πληγήν.

691. *οὕτως ἔξω τοῦ ῑ ἑστήκειν. ἔστι δὲ Ἰωνικόν.

693. μέγα δέ ἑ γρ. μέλαν τέ ἑ.

697. *βάλλονθʼ ἐν ἄλλῳ βαλόνθ᾿.

[*](2. ἐκ πολλῶν] ἐκ καταμονῆς Lehr- Africani ἀναγραφὴν Olymp. p. 6. sius Arist. p. 37. 23. Ὀρσίππου (*Ἐρσίππου) ex)[*](3. μία] μετὰ Lehrsius l. c. p. 37. Pausania 1, 4411 et Eustathio])[*](4. καταμονῆς] καταμόνης. ὀρίππου. Vid. Rutgers. l. c.)[*](22. *ιδ΄ cum Eust. p. 1446] τ 24. * ἥττης] νίκης καὶ β. Vide Rutgers. ad Iulii 30. τέ ἑ] δέ ἑ Cobetus.)
269

698. ἀλλοφρονέοντα ὡς σωφρονέοντα. τὴν δὲ σφίσιν ὀρθοτονητέον· εἰς γὰρ σύνθετον ἡ μετάληψις.

701. Δαναοῖσι λαοῖσι superscriptum.