Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

27. *γρ. λύοντο δὲ μώνυχας ἵππους.

29. ὅτι τάφον τὸ δεῖπνον τὸ περὶ τὴν ταφὴν γινόμενον.

34. ὅτι ψιλῶς προενεκτέον κοτυλήρυτον. οὐ γὰρ ἀπὸ τῆς ῥύσεως, ἀλλʼ ἀπὸ τοῦ ἀρύσαι. κοτύλη δὲ εἶδος ποτηρίου κοίλου. Ἀρίσταρχος πολὺ, ὥστε κοτύλῃ ἀρύσασθαι.

36. *εἰς Ἀγαμέμνονα σημείωσαι ὅτι τῇ εἰς ἐπὶ ἐμψύχων· ὤφειλε γὰρ τὴν πρός.

37. ὅτι σπουδῇ μετὰ πολλῆς κακοπαθείας. καὶ ἐλλείπει ἡ πρόθεσις· ἔστι γὰρ ἀντὶ τοῦ περὶ ἑταίρου. καὶ τὸ χωόμενον ἀντὶ τοῦ συγχεόμενον. τὸ πεπιθόντες ὡς καταλαβόντες. ἔστι γὰρ δεύτερος ἀόριστος.

39. * Ἀρίσταρχος κέλευσαν, πληθυντικῶς.

43. οὐ μὰ Ζῆνʼ ὅτι τὴν ἄρνησιν καὶ ἀπόμοσιν ὁμοῦ τέθεικεν.

46. *ἐπεὶ οὔ μʼ ἔτι ἐν ἄλλῳ ἐπεὶ οὔτί με.

48. ἀλλʼ ἤτοι νῦν μέν οὕτως νῦν μὲν στυγερῇ καὶ πειθώμεθα, οὐ τερπώμεθα.

πειεθα, οὐ τερπώμεθα.

53. θᾶσσον ἀπʼ ὀφθαλμῶν ἀντὶ τοῦ ἵνα ταχύτερον ἐκτὸς τῆς ὄψεως ἡμῶν γένηται.