Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

58. οἱ μὲν ακκείοντες τι σύνηθες ἦν ἀναλύειν, ὡς καὶ ἐν Ὀδυσσείᾳ ἐπὶ τῶν μνηστήρων.

59. Πηλείδης ἐπὶ θινί πρέπουσα κοίτη τῷ πενθοῦντι καὶ ἀλύοντι. τάχα δὲ τὰς παρηγορίας τῶν φίλων οὐ φέρων καθʼ αὑτὸν τρέπεται, σχολάζειν τῷ πένθει θέλων.

61. *κλύζεσκὁν διχῶς.

[*](5. καὶ ἐν] καὶ εἰ 14. σημείωσαι] Hoc non est Ari-)[*](7. *ταύτην] τοῦτο stonici.)[*](3. κινητικὴ] κινητικὸν 21. ἀπόμοσιν Bekkerus] ἀπόδοσιν)
250

63. *νήδυμος ὅτι σαφῶς ἀπὸ τοῦ ν ἄρχεται τὸ ὄνομα.

64.*ὅτι θηλυκῶς τὴν Ἴλιον.

65. Πατροκλῆος ὅτι ἀπʼ εὐθείας τῆς ὁ Πατροκλῆς, καὶ τὸ δειλοῖο δειλαίου. ἄκρως δὲ ἐπεξεργάζεται τὴν ἐπιφάνειαν τοῦ ὀνείρου· ἔναυλος γὰρ τῷ Ἀχιλλεῖ ὁ τοῦ φίλου τύπος. ἐντεῦθεν Ἀντισθένης ὁμοσχήμονάς φησι τὰς ψυχὰς τοῖς περιέχουσι σώμασιν εἶναι. Χρύσιππος δὲ μετὰ τὸν χωρισμὸν τοῦ σώματος σφαιροειδεῖς γενέσθαι δογματίζει.

70. ἀκήδεις ἄμεινον βαρύνειν ὡς ἐνόεις, τῆς ἀρχούσης συσταλείσης ποιητικῶς· ὡς γὰρ τὸ ἤκουσα ἄκουσα, οὕτως καὶ τὸ ἠκήδεις ἀκήδεις.

71. ὅτι λείπει τὸ ἵνα ἢ ὅπως· τὸ δὲ ὅττι τάχιστα ἑκατέροις δύναται προσδίδοσθαι.

73. οὐδέ με ἀπόλυτός ἐστιν ἡ ἀντωνυμία, διὸ ἐγκλιτικῶς ἀναγνωστέον. ἡ διπλῆ δὲ, ὅτι ἐκτὸς τοῦ ποταμοῦ ὑποτίθεται τὰς τῶν ἀτάφων ψυχὰς, καὶ μὴ ἐπιμισγομένας ταῖς ἐν τῷ ἐρέβει. ἡ δὲ ἀναφορὰ πρὸς τὰ ἀθετούμενα ἐν τῇ νεκυίᾳ.

75. λοφύρομαι ὅτι τὸ ἵνα λείπει, καὶ συνέσταλκεν, ἀντὶ τοῦ ἵνα ὀλοφύρωμαι.