Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. στενάχοντο ὅτι εἰ ἦν στεναχῶν ὡς φρονῶν, οὐκ ἂν οὕτως ἔλεγεν στενάχοντο· ἀλλʼ ὥσπερ ἀπὸ τοῦ φέρων ἐφέροντο, οὕτως ἀπὸ τοῦ στενάχων στενάχοντο λέγει.

πτόλιν πόλιν. Κυπρίων τῶν ἐν Σαλαμῖνι ἡ λέξις. κεῖται δὲ καὶ παρὰ Ἀναξανδρίδῃ τῷ κωμικῷ ἐν Σωσίππῳ.

2. νῆας τὸν τόπον ἐνταῦθα τῶν νηῶν λέγει.

4. ἀποσκίδνασθαι ἀφʼ ἑαυτοῦ χωρίζεσθαι. ἢ παρέλκει ἡ ἀπό, ὡς ἐν τῷ ἀπητίμησεν (Il. 13, 113)· ἢ ἐγκλίνεται.

7. *μὴ δή πω ὅτι ἀντὶ τοῦ μηδέ πω.

9. *ὃ γὰρ γέρας ὅτι ἀντὶ τοῦ τοῦτο γὰρ γέρας. ἢ περισσὸς ὁ γάρ.

15, 16. ἐπὶ τὸ τεύχεά τινες διαστέλλειν ἀξιοῦσιν, ἵνα, φασὶ, τοῖς τῶν ἀνθρώπων δάκρυσιν αἵ τε ψάμαθοι καὶ τὰ ὅπλα βρέχηται τερατῶδες γὰρ τὸ δακρύειν τὰ ὅπλα. ἡ διπλῆ δὲ, ὅτι ὡς “σπάρτα λέλυνται” (Il. 2, 135).

16. τοῖον ὅτι αὐξητικῶς τὸ τοῖον, οὐχ ὡς οἱ γλωσσογράφοι ἀξιοῦσιν, ἀγαθόν.

18. *οὕτως Ἀρίσταρχος σὺν τῷ σ, ἐπʼ ἀνδροφόνους.

[*](17. Ἀναξανδρίδῃ τῷ in A omis- 22. τοῦτο Cobetus] τὸ sum addidit Meinekius. Male 24. *ἵνα—βρέχηται] om. Bekkerus Ἀλεξανδρίδῃ.)
249

πρὸς τὸ ἀμφίβολον, πότερον τὰς ἑαυτοῦ χεῖρας εἰς τὰ τοῦ Πατρόκλου στήθη ἢ τὰς τοῦ Πατρόκλου εἰς τὰ ἑαυτοῦ.

19. χαῖρέ μοι οἴκτου κινητικὴ ἡ πρὸς νεκροὺς ὁμιλία. κατέχεται δὲ τῇ κοινῇ ἐννοίᾳ ὁ Ἀχιλλεὺς, καὶ ἔοικεν ἀηδές τι τὸν θάνατον ὑπειληφέναι· τοῦτο γοῦν ἐν ὑπερβολῇ φησὶν, καὶ ἐν Ἀΐδαο δόμοισιν ὢν ὅμως χαῖρε, οἷον εἰ ἔστι παραμυθία καὶ χαρὰ ἐν τοῖς τετελευτηκόσι, ταύτην δέχου παρʼ ἡμῶν.

26. *ἕκαστος γρ. ἕκαστοι.