Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

490. ἦμαρ δʼ ὀρφανικόν τὸ τῆς ὀρφανίας ἦμαρ τῶν ἀφηλικιωτῶν ἔρημον τίθησι τὸν παῖδα. ἔνιοι δὲ διεσταλμένως πᾶν, εἶτα ἀφήλικα, ἵνʼ ᾖ πᾶν ἦμαρ τὸν ὀρφανικὸν παῖδα ἀφήλικα τίθησιν, ὅ ἐστιν ἐκτὸς τῶν ἡλικιωτῶν.

491. πάντα δʼ ὑπεμνήμυκε πάντα αὐτῷ καταπέπτωκε καὶ κατακέκλιται, παρὰ τὸ ἠμύω ἐμήμυκα καὶ περισσὸν το ν, ἢ πάντα αὐτὸν εἰς ἀνάμνησιν ἄγει τοῦ δυσφορεῖν.

ὑπεμνήμυκε καταμέμυκε, κατεστύγνακε, κάτω βλέπει. ὁ δὲ Ἀρίσταρχος ἐπὶ τοῦ κατανένευκεν ἐκδέχεται. οἱ δὲ ἀντὶ τοῦ εἰς ἀνάμνησιν ἔρχεται τοῦ πατρός.

*παρειαί Ἀρίσταρχος οὐδετέρως παρειά.

492. ἐς πατρὸς ἑταίρους ὅτι ἀντὶ τοῦ πρὸς πατρὸς ἑταίρους, ὡς “εἰς Ἀγαμέμνονα δῖον” (Il. 7, 312).

494. κοτύλην ὅτι εἶδος ποτηρίου ἡ κοτύλη. καὶ λέγεται ἀρσενικῶς κότυλος. καὶ ἐν Ὀδυσσείᾳ (17, 12) “πύρνον καὶ κοτύλην,” ὁμωνύμως τὸ ἀγγεῖον τῷ ὑγρῷ.

496. *ἀμφιθαλής ὅτι ἅπαξ ἀμφιθαλής.

497. *ἐνίσσων ὅτι ἀντὶ τοῦ πλήσσων.

[*](14. ὅτι κυρίως νῦν ἀφοριοῦνται] 19. *καὶ κατακέκλιται] κέκλιτα Haec annotatio spectat ad Ari- (sine καὶ) starchi scripturam ἀπουρίσσουσιν, 28. καὶ—κότυλος] seelusit Friedl. de qua dixit Hoffmannus p. 159. 32. ἐνίσσων addidit Bekkerus.)[*](15. ἀφηλικιωτῶν] ἀμφηλικιωτῶν πλήσσων] πλήσσω)
248

502. νηπιαχεύων παραγωγόν ἐστι τὸ ῥῆμα, παρὰ τὸ νηπίαχος νηπιαχεύω, ὡς ἵππος ἱππεύω.

503. ἀγκαλίδεσσι ἔχουσι γὰρ ἐν ταῖς ἀγκάλαις στρωμνὴν σύμμετρον· ἢ ὡς τῆς τροφοῦ συγκοιμωμένης αὐτῷ. ἐμείωσε δὲ τὴν λέξιν ὁμοίως τῇ βραχύτητι τοῦ παιδός.

505. * ἂν πολλὰ πάθῃσι ὅτι ἀντὶ τοῦ πάθοι ἄν. πρὸς τὸ “ἰχθὺς ὅς κε φάγῃσι” (Il. 21, 127).

513. οὐκ ἐνταφήσῃ.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.