Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

474. αἵ ἑ μετὰ σφίσιν ὀρθοτονητέον τὴν σφίσιν· εἰς γὰρ σύνθετον ἡ μετάληψις. ἔφαμεν δὲ ὡς ἀναστρέφει τὰ τοῦ λόγου.

475. ἄμπνυτο διὰ τοῦ ε Ἀρίσταρχος ἔμπνυτο, ἔμπνους ἐγένετο. καὶ ἐπὶ τοῦ Σαρπηδόνος (Il. 5, 697) “αὖτις δʼ ἐμπνύνθη.”

477. στικτέον μετὰ τὸ Ἕκτ ορ καὶ μετὰ τὸ δύστηνος.

478. * κατὰ δῶμα αἱ κοινότεραι Πριάμου ἐνὶ οἴκῳ.

480. *τυτθόν ὅτι ἀντὶ τοῦ τυτθήν, καὶ ὅτι τὸ ὅ ἀντί τοῦ ὅς.

481. οὕτως αἰνόμορον, ὥστε τὸν μὲν Ἠετίωνα δύσμορον λέγεσθαι, αἰνόμορον δὲ τὴν Ἀνδρομάχην.

484. βραχὺ διασταλτέον μετὰ τὸ αὕτως· γελοῖοι γὰρ οἱ τοῖς ἑξῆς αὐτὸ συνάπτοντες, ἵνʼ ᾖ ὃν μάτην ἐγεννήσαμεν. τοῖς δὲ ἄνω προσδιδόμενον σημαίνει τὸ ὡσαύτως, οἷον νήπιός ἐστιν, ὡς καὶ πρότερον οὐδέπω τέλειός ἐστιν.

[*](1. κύκλῳ περὶ (cum Eustathio)] epte illato οὗν, cui locus hic non κύκλῳ om. est, neque ὡς οὐκ ἀναστρέφει scribi)[*](3. μαφόριον (cum Eustathio)] cum Bekkero potest. Inversus * ὠμοφόριον quem scholiasta dicit sententiarum *ὡς τὸ] om. ordo in eo positus est quod quae λιπαρὰ] om. versu 474 dieta sunt versum 473)[*](9. ἡ ὀξεῖα] ὁμοίως τῷ “εἰδομένη praecedere debebant, quod vidit γαλόῳ Ἀντηνορίδαο δάμαρτι” (Il. 3, Hoffmannus p. 161, etsi male 122) addit Lehrsius Herod. p. retinuit οὖν. 25. αὐτὸ] αὐτῷ)[*](16. ὡς ἀναστρέφει] Sic correxi συνάπτοντες, ἵνʼ ᾖ Bckkerus] συνά- pro ὡς οὐναστρέφα, ab Villoisono πτοντες:—(signum acholii finiti) in ὡς οὖν ἀναστρέφει mutatum, in- αὕτως ὂν τέκομεν, ἵνʼ ᾖ)
247

487. ἢν γὰρ δὴ πόλεμόν γε φύγῃ ἀπὸ τούτου ἕως τοῦ “δακρυόεις δέ τʼ ἄνεισι” (499) ἀθέτοὕνται στίχοι δεκατρεῖς, ὅτι ἀδιάθετοι τὸ γὰρ περιέρχεσθαι τὸν Ἀστυάνακτα, καὶ τὸν φίλον τοῦ πατρὸς τὸν μὲν χλαίνης ἐρύειν, τὸν δὲ χιτῶνος, ἵνα βρόγχον πίῃ,Πριάμου περιόντος καὶ ἄλλων ἀδελφῶν Ἕκτορος καὶ αὐτῆς τῆς Ἀνδρομάχης, ἄτοπον. διὰ τί δὲ ἔμελλον ἀφαιρεῖσθαι τὰς ἀποτετμημένας ἀρούρας, κατὰ τὸ βασιλικὸν γένος κληρονόμου τοῦ υἱοῦ Ἀστυάνακτος ὄντος ; ὅλως δὲ οὐδʼ ἔστιν ἴδιον τοῦ περὶ τὸν Ἀστυάνακτα οἴκτου, ἀλλὰ κοινῶς ἐπὶ παντὸς ὀρφανοῦ ἁρμόζει τὰ λεγόμενα. βέλτιον οὖν οὕτως ἐπιβαλεῖν· οὔτε σὺ τούτῳ ἔσσεαι, Ἕκτορ, ὄνειαρ, ἐπεὶ θάνες, οὕτε σοὶ οὗτος Ἀστυάναξ ὃς πρὶν μὲν ἑοῦ.

*γρ. ἢν περ γάρ.

488. *ἐν ἄλλῳ ἀλλʼ ἤτοι τούτῳ.

489. * ὅτι κυρίως νῦν ἀφοριοῦνται.