Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

434. οἵ σε θεὸν ὥς καθʼ ἑκάστην οὖν ἡμέραν, φησὶν, ὡς θεῷ σωτῆρί σοι ηὔχοντο. καὶ ὁ ζῶν ἰσόθεος νῦν οὐδὲ νεκρὸς εὐτυχής.

440. ἀλλʼ ἥ γ᾿ ὅτι ἀσυμπαθὴς ἡ Ἀνδρομάχη ἐν τοσούτῳ θορύβῳ κατʼ οἶκον ἀτρεμοῦσα, καὶ ταῦτα τὴν Ἀχιλλέως ἔφοδον οὐκ ἀγνοοῦσα. ἔοικεν οὖν, φησὶν ὁ Ἀρίσταρχος, προκαταχρησάμενος ὁ ποιητὴς τῷ τῆς Ἀνδρομάχης προσώπῳ κατὰ τὴν πρὸς Ἕκτορος κοινολογίαν (Il. 6, 394) ἀπεσχῆσθαι νῦν τοῦ προσώπου.

441. θρόνα τὰ βαπτὰ ἔρια, κατὰ μετουσίαν, ὁμοίως τοῖς ποιοῦσι τὰ ποιούμενα.

*ἄνθη ποικίλα ἐξ ὧν βάπτουσι.

πάσσειν Κύπριοι τὸ ποικίλλειν, ἀφʼ οὗ παστὰς ὁ θάλαμος.

444. Ἕκτορι θερμὰ λοετρά αὔξει τὸ πάθος· τοσοῦτον γὰρ ἀπέχει τοῦ ἐννοεῖν τι τῶν συμβεβηκότων ὡς καὶ λουτρὰ τῷ ἀνδρὶ παρασκευάζειν, μονονουχὶ ὁρῶσα τὸν Ἕκτορα· διὸ καὶ ἐπεφώνησεν ὁ ποιητὴς συμπαθῶς τὸ νηπίη οὐδʼ ἐνόησεν, ὥσπερ ἐλεῶν τὴν ἄγνοιαν αὐτῆς.

445. * καθʼ ἑαυτὸ τὸ νηπίη.

447. κωκυτοῦ δʼ ἤκουσε ἀντὶ τοῦ θρήνου ἤκουσεν. ἐζήτηται δὲ πῶς τοσούτου γενομένου θορύβου μόλις Ἀνδρομάχη προῆλθεν; φασὶ δὲ ὡς ὅτι ἡ προτέρα τοῦ ἀνδρὸς ἐπίπληξις ἡ ἐν τῇ Ζ (490) σωφρονεῖν αὐτὴν ἀναγκάζει.

468. *αἱ Ἀριστάρχου βάλε δέσματα, αἱ δὲ κοιναὶ χέε. ὅτι βελτίων ἂν ἦν ἡ διάθεσις, εἰ μὴ ἐκπεπληγμένη τὰ ἐπὶ τῆς κεφαλῆς ἀπέβαλεν, ἀλλʼ ὕστερον (476) ὅτε ἀναπινύσκεταί τε καὶ ἑαυτὴν ἀναλαμβάνει, ἵν᾿ ᾖ οὕτως “ἡ δʼ ἐπεὶ οὖν ἄμπνυτο καὶ ἐς φρένα θυμὸν ἀγέρθη, ἀμβλήδην γοόωσα, τῆλε δʼ ἀπὸ κρατὸς χέε δέσματα.”

469. ἄμπυξ ἀρσενικῶς τὸ διάδημα τὸ πρὸς ἀνάδεσιν τῶν τριχῶν, ἃς περιστέλλοντες οἱ παλαιοὶ ὑπὸ τοῦτον παρῆγον. καὶ νῦν ἀμπυκίζειν τὸ τὰς ἐμπροσθίους τρίχας ἀναδεῖσθαι. καὶ “ χρυσάμπυκες ἵπποι” διὰ τὸ δεῖσθαι στροφίῳ τὰς κορυφαίας τῶν τριχῶν, παρὰ τὸ [*](12. παστὰς Cobetus] παστὸς ἀνάδεσιν Eustath.] ἀνάδησιν) [*](23. αἱ Ἀριστάρχου Bekkerus] *τριχῶν] κομῶν ἀρισταρ (sine αἱ). Conf. ad p. 279,14. 30. *τοῦτον] ττ i. e. τούτων) [*](24. βελτίων Friedl.] βέλτιον *παρῆγον (Ven. B. et Eustath. p.) [*](29. διάδημα] ὁιάδεμα 1280, 52.)] πήγοντο)

246
ἀμπέχειν. ἀναδέσμη δὲ λέγεται σειρὰ ἣν κύκλῳ περὶ τοὺς κροτάφους ἀναδοῦνται. καλεῖται δὲ ὑπʼ ἐνίων καλαυδάκη. κρήδεμνον δὲ πάλιν τὸ μαφόριον, ὡς τὸ “σχομένη λιπαρὰ κρήδεμνα” (Od. 1, 334).

*κεκρύφαλον παρὰ τοῖς νεωτέροις ἐκτείνεται τὸ υ τοῦ κεκρυφάλου.

470. * θ᾿ ἐκ πλήρους ὁ τέ σύνδεσμος, κρήδεμνόν τε. οὕτως ἅπασαι.

473. γαλόῳ, οὕτως, τῇ γυναικὶ αἱ τοῦ ἀνδρὸς ἀδελφαί. εἰνάτερες δὲ αἱ τῶν ἀδελφῶν γυναῖκες πρὸς ἀλλήλας.

πρὸ τέλους ἡ ὀξεῖα· αἱ γὰρ εἰς ω λήγουσαι δοτικαὶ βαρύτονοι, συνεμπίπτουσαι πληθυντικαῖς εὐθείαις, συνεμπίπτουσι καὶ κατὰ τὸν τόνον· τῷ λιπόνεῳ, οἱ λιπόνεῳ.

εἰνάτερες ὡς Δημήτερες. οὕτως πάντες· καὶ τὰ τῆς ἀναλογίας ἐπικρατεῖ οὕτως ἔχοντα, ὡς ἐδείχθη.

*γρ. ἅλις ἦσαν.