Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

402. *σίλναντο ἔν τισι πίμπλαντο.

403. *δυσμενέεσσι ἐν ἄλλῳ τερπικέραυνος.

410. ὡσεὶ ἅπασα τινὲς περιέργως διὰ μόνου τοῦ ι γράφοντες ἀποδιδόασιν ὡς αὐτὴ ἅποσα. οὐκ οἷδε δὲ ὁ ποιητὴς οὔτε τὴν ι οὔτε τὴν σφεῖς. ἔστιν οὖν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ (10, 419) “σοὶ μὲν νοστήσαντι, διοτρεφὲς, ὧθ᾿ ἐχάρημεν, ὡς εἴ τʼ εἰς Ἰθάκην ἀφικοίμεθα.”

411. * ὅτι θηλυκῶς ἡ Ἴλιος.

σμύχοιτο καταφλέγοιτο. ὁ δὲ λόγος, τοιοῦτος δέ φησι θρῆνος διεγήγερτο ὡσπερεὶ τῆς Ἰλίου πάσης ὑπὸ πυρὸς καταφλεγομένης.

*οὕτως Ἀρίσταρχος σμύχοιτο.

416. κηδόμενοί περ οὕτως πληθυντικῶς αἱ Ἀριστάρχου, καίπερ ὀδυνώμενοι καὶ αὐτοί.

* Ἀρίσταρχος πληθυντικῶς κηδόμενοί περ.

428. τὸ δυσάμμμορος ἐπίθετον ἑκατέρωθι δύναται προσδίδοσθαι· βέλτιον δὲ ἴσως τοῖς ἑξῆς.

429. *πολῖται γρ. γέροντες.

430. ἀδινοῦ πυκνοῦ καὶ συνεχοῦς.

431. στικτέον καὶ μετὰ τὸ τέκνον καὶ μετὰ τὸ δειλή. βέλτιον δέ ἐστι συνάπτειν μετὰ τὸ τέκνον πάντα, ἵνʼ ᾖ τὸ ἑξῆς τί νυ βείομαι ἐγὼ δειλὴ, αἰνὰ παθοῦσα;

τέκνον, ἐγὼ δειλὴ τί νυ βείομαι ἀντὶ τοῦ ἐς τί ἔτι βιώσω, ὅ ἐστι ζήσω.

* Ἀρίσταρχος διὰ τοῦ ι βίομαι βιώσομαι.

πῶς Ἑκάβη μὲν οὐ πίπτει, Ἀνδρομάχη δὲ τοῦτο πάσχει: ῥητέον οὖν ὅτι ἐκείνη μὲν ἐκ τοῦ κατʼ ὀλίγον καὶ ἐκ προσαγωγῆς δεξαμένη τὸ πάθος οὐχ ἡττήθη τῷ κακῷ τοσοῦτον, Ἀνδρομάχῃ δὲ ἀπροσδοκήτως ἐμπεσὸν εἰκότως ἐπεκράτησεν (467).

[*](2. *καὶ δῆσαι τὸν Ἕκτορα] om. fuisset, si Aristarchus aliter legis-)[*](7. σφεῖς] σφείς set, ut monuit Hoffmannus p. 158.)[*](8. ὧδ᾿ ἐχάρημεν—ἀφικοίμεθα] ὦδε 26. *τοῦ ι βίομαι βιώσομαι] τοῦ χωρῆσαι—ἀφίκοιτο ῇ βήομαι βηώσομαι. Vid. Hoff-)[*](11. σμύχοιτο] Littera υ obliterata, mann. p. 309. unde σμώχοιτο male Vill., quum in 29. τοσοῦτον (ex cod. Ven. 458)] textu σμύχοιτο legatur, ad quod τοσοῦτο refertur οὕτως, quod omittendum)
245

433. εὐχωλή ἐμοὶ μὲν, φησὶ, δόξα, τοῖς δὲ πολίταις ὄφελος.