Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

401. ὅτι ἰδίως ἐπὶ τῆς αἰγίδος τοῦτό φησιν, ἣν Διὸς ὅπλον παραδίδωσιν.

403. * χειρὶ παχείῃ] ἐν ἄλλῳ Παλλὰς Ἀθήνη.

407. πέλεθρα ὅτι τὸ πλέθρον ἔχει πόδας ἑκατὸν, πήχεις δὲ ἑξήκοντα ἓξ δίμοιρον.

409. * καί μιν γρ. καί οἱ.

411. * ἰσοφαρίζεις ἐν ἄλλῳ ἀντιφαρίζεις.

412. * τιμωρίας ἀποδοίης τῇ Ἥρᾳ.

414. * ἀμύνεις γρ. καὶ ἀρήγεις.

416. *Διὸς θυγάτηρ γρ. φιλομμειδὴς Ἀφροδίτη.

τὸν δʼ ἄγε χειρὸς ἑλοῦσα ὅτι οἱ χωρίζοντές φασι τὸν τῆς Ἰλιάδος ποιητὴν εἰδέναι συνοῦσαν τῷ Ἄρει τὴν Ἀφροδίτην, τὸν δὲ τῆς Ὀδυσσείας διαφώνως Ἡφαίστῳ. λέγειν δὲ δεῖ ὅτι οὐχ οἱ αὐτοὶ χρόνοι ἤσαν τῆς συμβιώσεως.

421. * γρ. τὴν κυνάμυιαν.

422. κατὰ κλόνον κλόνος, ἐν ᾧ κλίνεται τὰ πράγματα.

424. ὅτι ἐπιεισαμένη ἐστὶν ἐπελθοῦσα, ἐφορμήσασα, ἀπὸ τοῦ εἶμι, ὡς τὸ “ἢ τάχα καὶ δαλῷ βεβλημένος εἶσθα θύραζε” (Od. 19, 69).

426. * ἐπὶ χθονί γρ. ποτὶ χθονί.

427. * ἀγόρευεν γρ. πτερόεντα προσηύδα.

428. εἴρηται ὅτι τὸ νῦν ἀεὶ παρὰ τῷ ποιητῇ περισπᾶται, κἂν παρέλκῃ, χωρὶς εἰ μὴ μέτρον κωλύοι, ὡς ἐπὶ τοῦ “δεῦρό νυν ἢ τρίποδος” (Il. 23, 485) καὶ “ἐκτελέει ὅσα πού νυν ἐέλπεται” (Il. 10 105).

430. τλήμονες ὅτι ὑπομενητικοὶ οἱ τλήμονες, καὶ οὐκ ἀτυχεῖς, ὡς οἱ νεώτεροι.

431. * ἐπίκουρος ἐν ἄλλῳ ἦλθεν ἐπίουρος.

433. * Ἰλίου γρ Ἴλιον.

435. κρείων ὁ τῆς αὐξήσεως αἴτιος· ὑγρὸς γὰρ, καὶ κραίνειν τὸ πληροῦν λέγεται.

436. * διέσταμεν ἀντὶ τοῦ ἀφέσταμεν τῆς μάχης.

οὐ πολεμοῦμεν, οὐ μιγνύμεθα· μιγνύναι γὰρ λέγει τὸ πολεμῆσαι, ὡς αἰσχρὸν τὸ ἀργεῖν μαχομένων τῶν ὁμοφύλων.

[*](8. Est potius gl. interlineare. 18. εἶσθα θύραζε addidit Bekk. 15. τὴν κυνάμυιαν] Accusativo hic 34. * τὸ ἀργεῖν μαχομένων τῶν locus non est. ὁμοφύλων] τῶν ὁμοφύλων ἀργεῖν)
226

442. * οὕτως ἐνταῦθα, μέμνηαι· διπλῆ γὰρ ἡ χρῆσις.