Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

335. ὅτι Ζηνόδοτος γράφει ὄρσασα. ἐκ δὲ τούτου φανερός ἐστι δεδεγμένος τὸ εἴσομαι γνώσομαι, καὶ τὸ ἥ κεν ἀπὸ Τρώων ψιλῶς ἀνεγνωκώς. οὐ βούλεται δὲ γνῶναι, ἀλλὰ πορευθῆναι παρασκευάσονσα.

336. προπερισπαστέον τὸ κῆαι· ἔστι γὰρ ἀπαρέμφατον.

337. * ὅτι τὴν φλόγα κατὰ τὸ οὐδέτερον.

344. πρὸς τὸ ζητούμενον πῶς οὐ κατακαίεται ὁ Ἀχιλλεὺς ἀναζέοντος τοῦ ὕδατος. λέγει δὲ ὁ Ἀρίσταρχος ὅτι πρῶτον τὸ πεδίον ἀνεξήρανται τῇ φλογὶ, εἶτα εἰς τὸ ῥεῦμα τοῦ ποταμοῦ τρέπει τὴν φλόγα, ὅτε ὁ Ἀχιλλεὺς ἤδη ἐν τῷ πεδίῳ ἐγεγόνει.

345. ᾶν ὅτι ἀντὶ τοῦ ὅλον, καὶ ὅτι πρότερον ἀνεξηράνθη τὸ πεδίον.

347. * Ἀρίσταρχος αἶψ᾿ ἀνξηράνῃ.

349. * ὅτι πάλιν ἐπανέλαβεν ὥσπερ.

351. *αἱ ἐκ τῶν πόλεων ἠδὲ κύπαιρον εἶχον.

[*](3. Annotatio rec. marginis poetam epithetis. exter. 7. ὁλβιάδαιμον] ὀλαιόδαιμον (sic))[*](4. Inepte hic versus ἀθετεῖσθαι 24. πρότερον Lehrsius] τὸ πρό- dicitur. Manifestum es, quod mo- τερον. nuit Cobetus, librarii subesse 26. ἀνξηράνῃ] ἀν, ξηράνῃ in textu. errorem, qui paragraphum huic Aristophanem ἐξανάνῃ legisse ex versui praescriptam pro obelo alio scholio discimus. habuit ideoque ἀθετεῖται scripsit. 27. Post ὤσπερ aliquid excidit.. Aristonicus scripserat ἡ διπλῆ ὅτι 28. * κύπαιρον] κύπὰρων (sic, ἄκαιρον—. Solet enim Aristarchus littera ῑ superscripta). in his scholiis passim notare abuti)
224

353. * ὅτι διέστειλε τὰς ἐγχέλεις ἀπὸ τῶν ἰχθύων.

355. * οὕτως πνοιῇ. ἔν τισι δὲ ῥιπῇ.

* ἐπὶ τὸ ποταμοῖο στικτέον.

362. ὡς δὲ λέβης ζεῖ ὅτι οἶδεν ἕψησιν κρεῶν, χρωμένους δὲ τοὺς ἥρωας οὐ παρεισάγει.

363. * κνίσην οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ κνίσης. μελδόμενος ὅτι ἀντὶ τοῦ μέλδων, τήκων τὰ κνίση, παθητικὸν ἀντὶ τοῦ ἐνεργητικοῦ. γράφουσι δέ τινες κνίσην σὺν τῷ ν· οὕτως γὰρ καὶ Ἀρίσταρχος, καί φησιν ὅτι ἀντὶ τοῦ τηκόμενος, ὅπερ ἰσοδυναμεῖ τῷ τήκων. κνίσην δὲ πᾶν τὸ πιμελές.

366. οὐδʼ ἔθελε προρέειν ὅτι ἀντὶ τοῦ οὐκ ἠδύνατο. καὶ ἐν Ὀδυσσείᾳ 13, 121) “ἤθελ᾿, ἐπεὶ μάλα πολλὸν ἐνίκα δῖος Ὀδυσσεύς.”

370. * βέλτιον ἡ συνήθεια τοῖς ἄνω συνάπτει τὸ ἐξ ἄλλων.

387. * πατάγῳ γρ. ὁμάδῳ.

488. ὅτι αὐτὸς μὲν οἶδε σάλπιγγα, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει.

392. ῥινοτόρος ὁ τιτρώσκων καὶ διακόπτων τοὺς ῥινούς· ῥινοὶ δὲ καλοῦνται αἱ ἀσπίδες, τι ἐκ βοείων βυρσῶν εἰσίν. ὁμοίως δὲ καὶ τὸ τῶν ἀνθρώπων δέρμα.

394. κυνάμυια ὅτι αὐτὸς ἐσχημάτισε τὸ ὄνομα ἀπὸ τοῦ κυνὸς καὶ τῆς μυίας· ὁ μὲν γὰρ κύων ἀναιδὴς, ἡ δὲ μυῖα θρασεῖα.

397. πανόψιον οὕτως Ἀρίσταρχος πανόψιον, τὸ οἱονεὶ πανόρατον καὶ λαμπρὸν καὶ ἐπιφανές. δύναται δὲ καὶ τὸ πάντων τελευταῖον ἀκούεσθαι, ἵνα τὸ ὀψέ ἐγκέηται καὶ μὴ τοῦ ἔγχους δεχώμεθα, ἀλλὰ τοιοῦτον νοῶμεν, τὸ δὲ πάντων ἔσχατον αὐτὴ τὸ ἔγχος λαβοῦσα ἐπʼ ἐμὲ ὦσας.

ὅτι τὸ λαμπρὸν καὶ ἐπιφανές. ἢ ὀπισθίδιον ἔχουσα ἀπὸ τοῦ στύρακος. ἢ τάχα ἐπὶ χρόνου εἴρηται· αὐτὴ δὲ τὸ πάντων ἔσχατον τὸ ἔγχος ἑλοῦσα ἔτρωσας.

400. * κατʼ ἀσπίδα γρ. κατʼ αἰγίδα.

[*](6. In marg. ση. τὰ κνίση. αὐτὴ] αῦτη)[*](21. ἀπὸ addidit Bekkerus. 31. γρ. κατʼ αἰγίδα] Idem est in)[*](23. οὕτως Ἀρίσταρχος πανόψιον] marg. exteriore, sed sine γρ. Idem in marg. iter. Similiter alibi saepe, velut supra)[*](29. ἐπὶ χρόνου Bekkerus] ἀπρο- ad v. 73. χρόνου)
225