Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

444. ὅτι Ὅμηρος οὐ παραδίδωσιν αἰτίαν διʼ ἣν ἐθήτευσαν οὗτοι οἱ θεοὶ Λαομέδοντι.

445. μισθῷ ἔπι ῥητῷ ἐπὶ ὡμολογημένῳ καὶ ὡρισμένῳ μισθῷ. πῶς δὲ, φασὶν, Ἀπόλλων μὲν οὐ μέμνηται τῆς παρὰ Λαομέδοντι θητείας, Ποσειδῶν δὲ μνήμην τούτου ποιεῖται; καὶ ῥητέον ὅτι Ποσειδῶν εἰκότως· καὶ γὰρ Ἕλλησι βοηθεῖ καὶ προσέτι τῇ μνήμῃ παροξύνεται· Ἀπόλλων δὲ οὐ μνησικακεῖ, διότι μᾶλλον τιμᾶται παρ᾿ αὐτῶν· πᾶσα δὲ χάρις, κἂν ᾖ τελευταία, δύναται μεῖζον ἔγκλημα λῦσαι.

446. * γρ. πόλει, ὡς Ἀριστοφάνης.

πόλιν περὶ τεῖχος ἔδειμα ἡ περί τῷ ῥήματι συντάσσεται· διὸ φυλακτέον τὸν τόνον.

ἤτοι ἐγὼ Τρώεσσι πρὸς τὴν ἐν τοῖς ἐπάνω ἀθέτησιν, ὅτι διαφωνεῖ ταῦτα ἐν οἷς φησὶ (Il. 7, 452) “τότʼ ἐγὼ καὶ Φοῖβος Ἀπόλλων ἥρῳ Λαομέδοντι.”

447. φασὶ τὸν Ἀπόλλωνα κεκλῆσθαι νόμιον διὰ τοιαύτην αἰτίαν. οἱ παλαιοὶ τοὺς λοιμοὺς ἐξ Ἀπόλλωνος ἐνόμιζον. πᾶς δὲ λοιμὸς ἀπὸ τῶν ἀλόγων ἄρχεται, ὡς καὶ Ὄμηρός φησιν “οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς” (Il. 1, 50). βουλόμενοι οὖν τὸν θεὸν δυσωπεῖν, ἵνα τοὺς λοιμοὺς ἀποτρέπῃ, νόμιον καὶ φύλακα τῶν βοσκημάτων ἐκάλεσαν· ὅθεν Ὅμηρον εἰπεῖν ὅτι ἐβουκόλησε παρὰ Λαομέδοντι καὶ Ἀδμήτῳ ἱπποφόρβησεν. οὕτως ἱστορεῖ Ἀπολλόδωρος.

448. ἕλικας τοὺς βοῦς φησὶν ἐπιθετικῶς, ἤτοι ἀπὸ τῆς κινήσεως τῶν ποδῶν, καθὸ εἱλίποδες λέγονται, ἢ τοὺς ἑλικοειδῆ ἔχοντας τὰ κέρατα, ὅ ἐστιν ἐπικαμπῆ.

454. * οὕτως Ἀρίσταρχος, τηλεδαπάων. αἱ ἀπὸ τῶν πόλεων θηλυτε ράων.

455. * ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ὡρίζετο, διεβεβαιοῦτο, πρὸς τὰ ἐν τῇ νεκυίᾳ (Od. 11, 583) ἀθετούμενα· καὶ ὅτι καταχρηστικῶς ἀπολεψέμεν ἀντὶ τοῦ ἀποκόψειν.

* γρ. ἀπολεψέμεν οὔατα.

466. * ἄλλοτε δέ γρ. ἄλλοτε δʼ αὖ.

[*](5. φασιν Vill.] φησὶν 23. * "πποφόρβησεν] om.)[*](9. ᾖ τελευταία] ἡ τελευταία. Sunt οὕτως] οὗτος Thucydidis verba 1, 42. 25. * ἢ τοὺς] ἤτοι)[*](22. * ὄτι] ὃς ἔχοντας] ἔχοντες)
227

467. δηριαάσθων τὸ δεύτερον ᾱ ἐκτατέον· τοῦτο γὰρ ὁ χαρακτὴρ βούλεται.

471. ἀθετεῖται, ὅτι περισσὸς μετὰ τὸν “τὸν δὲ κασιγνήτη μάλα νείκεσε πότνια θηρῶν.” τίς δὲ κυνηγετικὴ θεὸς εἰ μὴ ἡ ἄρτεμις,

ὀνείδειον ὡς τέλειον καὶ ὄρειον· οὕτως γὰρ ἐκπίπτει καὶ τὰ τῆς παραγωγῆς, εἰ μὴ τὸ ᾱ παραλήγοι ἐν τῷ εἰς ος λήγοντι οὐδετέρῳ, ἢ δύο σύμφωνα, ὧν τὸ μὲν ληκτικὸν εἴη τῆς πρώτης συλλαβῆς, τὸ δὲ ἀρκτικὸν τῆς δευτέρας. οἷον ἕλος ἔλειος· διὰ τῆς ει διφθόγγου ἡ παραγωγὴ καὶ προπαροξύνεται· οὐ γὰρ ἦν ἐν τῷ οὐδετέρῳ τὸ ᾱ. τέλος τέλειος, ὄρος ὄρειος. οὕτως ὄνειδος ὀνείδειος. παρεφυλάξατο δὲ τὰ δύο σύμφωνα διὰ τὸ Ἀργεῖος καὶ τὸ ἑρκεῖος, καὶ τὸ ᾱ, ἐπεὶ φιλεῖ διὰ τοῦ ῑ γράφεσθαι ἡ παραγωγὴ, πελάγιος πάγιος Θάλπιος.

475. ἀπὸ τούτου ἀθετοῦνται στίχοι γ΄· οὐ δύναται γὰρ ὁ αἰδούμενος “πατροκασιγνήτοιο μιγήμεναι ἐν παλάμῃσιν” ἀεὶ προκαλεῖσθαι τὸν Ποσειδῶνα ἐν τῷ Ὀλύμπῳ πρὸς μάχην. ἄλλως τε οὐδὲ πολεμικός ἐστιν, ἀλλὰ χοροῖς καὶ φόρμιγγι τέρπεται.

479. ὅτι κοινὸν δεῖ δέξασθαι τὸ προσέφη· ἀλλὰ χολωσαμένη Διὸς αἰδοήη παράκοιτις προσέφη. οὕτως οὖν κἀκεῖ “παῖδά τέ σοι ἀγέμεν Φοίβῳ θʼ ἱερὴν ἑκατόμβην” (Il. 1, 443)· ἀπὸ κοινοῦ γὰρ τὸ ἀγέμεν, καὶ περιττὸς ὁ ἑξῆς “ῥέξαι ὑπὲρ Δαναῶν.”

485. ὅτι ἐναίρειν καταχρηστικῶς· θῆρες γὰρ οὐκ ἔχουσι παντευχίαν ὥστε σκυλευθῆναι.

487. ὑποστικτέον ἤτοι ἐπὶ τὸ ἐθέλεις ἢ ἐπὶ τὸ δαήμεναι, ὡς ἐν τῇ Ζ ῥαψῳδίᾳ προείρηται. ἢ καὶ κομματικὸν ἀπέλιπε τὸν λόγον ἐπίτηδες ὁ ποιητὴς, τῆς θεοῦ διὰ τῶν ἔργων τὸ λεῖπον ἀναπληρωσάσης.

*δαήμεναι ὅτι ἀντὶ τοῦ δάηθι προστακτικοῦ.

492. * οὕτως τὸ ἐντροπαλιζομένην διὰ τοῦ ν.

493. * ὕπαιθα γρ. δακρυόεσσα δʼ ἔπειτα.

πέλεια ὡς Μάλεια καὶ Θάλεια· τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα. ἔστι δὲ καὶ πελειάς· ἔνθεν τὸ “αἱ δὲ βάτην τρήρωσι πελειάσι” (Il. 5, 778). καὶ ἔστιν ὅμοιον τῷ μαῖα καὶ μαιάς.

[*](3. μετὰ τὸν addidit Cobetus. 12. πάγιος] * ἄγιος)[*](5, * τὰ τῆς] τὸ τῆς 24. ἀπέλιπε — ἀναπληρωσάσης])[*](6. * πὸ ᾱ παραλήγοι] τὸ πρῶτον ἀπέλειπε—ἀναπληρώσας. ὤλφα ὑπάρχοι 31. πελειὰς] πελιὰς)[*](7. *ληκτικὸν] ληπτικὸν)
228

495. χηραμόν ὅτι αὐτὸς ἐξηγεῖται τί ἐστι χηραμὸς, ὅτι κοίλη πέτρα.

498. * γρ. ἀργαλέον δέ.

521. * εὔχεσθαι ἐμὲ νικήσειν ὅτι ἀντὶ τοῦ εὔχου, καυχῶ.

502, 503. ὅτι μέμιχε τὸν κατὰ τοῦ τόξου λόγον τῷ κατὰ τῶν βελῶν· καμπύλα μὲν γὰρ τὰ τόξα, πεπτεῶτα δʼ ἄλλυδις ἄλλῃ τὰ βέλη. ὡς χοῖνιξ τὸ μετροῦν καὶ τὸ μετρούμενον, καὶ κοτύλη, οὕτως καὶ τὰ βάλλοντα καὶ τὰ βαλλόμενα τόξα.