Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

11. ὅτι Ζηνόδοτος γράφει ἐφίζανον. αἱ δὲ αἴθουσαι οὐκ εἰσὶ θρόνοι ἢ καθέδραι, ἵνα λέγῃ ἐφίζανον, ἀλλὰ στοαὶ καὶ στυλωταὶ ἕδραι, ἢ τόποι ὑφʼ ἡλίου καταλαμπόμενοι. τινὲς δὲ γράφουσιν ἐνίδρανον, οἰηθέντες εἶναι τὰς καθέδρας.

*ἔνιοι ἐφίζανον.

12. * οὕτως διὰ τοῦ ι, τὸ ἰδυίῃσι· καὶ τέλειον τὸ ποίησε.

13. ὅτι Διὸς ἔνδον εἴρηκε τοπικὸν ἐπίρρημα, ἀντὶ τῆς ἐν προθέσεως· θέλει γὰρ εἰπεῖν ἐν Διὸς, ὡς (Il. 21, 145) “εἴσω ἁλὸς εὐρέα κόλπον.”

οὐδʼ Ἐνοσίχθων ὁ δὲ Ποσειδῶν οὐ παρήκουσε τῆς Θέμιδος. τοῦτο δὲ εἴρηκε διὰ τὴν γεγονυῖαν αὐτῷ μικρῷ πρόσθεν πρὸς τὸν Δία φιλονεικίαν.