Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

5. κρατὸς ἀπʼ Οὐλύμποιο πολυπτύχου τοῦτο βέλτιον τοῖς ἄνω προσνέμειν, ἵνα μὴ μακρὸν ὑπερβατὸν ποιῶμεν. τὸ δὲ ἐξῆς ἐστὶ, κέλευσε κρατὸς ἀπʼ Οὐλύμποιο καλέσσαι. ἡ διπλῆ δὲ, ὅτι Ὄλυμπος ὄρος· διὸ πολύπτυχος.

7. ὅτι ποταμὸν καὶ θάλασσαν τὸν Ὠκεανὸν παραδίδωσι. τὸν δὲ Ὠκεανὸν οὐ παρέλαβεν εἰς τὸ τῶν θεῶν συνέδριον, ἵνα μὴ κωλύσῃ αὐτοὺς τῆς πρὸς ἀλλήλους μάχης πρεσβύτατος ὑπάρχων.

[*](16. συνάψομεν] συνάψωμεν 21, *αἱ θεαὶ] αἱ om. 19. *τὴν] τὸ 25. συνάπτειν Vill.] συνάπτει)
193

8. αἵ τʼ ἄλσεα καλὰ νέμονται αἱ τὰ ἄλση κατοικοῦσαι νύμφαι ἀλσηΐδες καλοῦνται, αἱ. δὲ ἐπὶ τῶν δένδρων ἁμαδρυάδες, αἱ δὲ τὰ νάματα τῶν ὑδάτων ναΐδες καὶ ὑδριάδες, καὶ τούτων αἱ μὲν κρηνίδες, αἱ δὲ ἐπιποταμίδες, αἱ δὲ ἐπὶ τῶν βοσκημάτων ἐπιμηλίδες, αἱ δὲ ἐπὶ τῶν ὀρῶν ὀρειάδες, καὶ ὅσαι τούτοις ὅμοιαι. ὁμοίως δὲ καὶ αἱ ἐπὶ τῶν ἑλῶν ἑλειονόμοι.