Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

17. ἦ ἐρωτηματικὸς ὁ σύνδεσμος, καὶ ἅπαξ εἰλημμένος κατὰ μίαν διάνοιαν· διὸ περισπαστέος. τοῦτο δέ φημι πρὸς τὰ τοιαῦτα ἢ δολιχὴ νοῦσος ἢ Ἄρτεμις ἰοχέαιρα” (Od. 11, 171) “ἠὲ νέον μεθέπεις ἢ καὶ πατρώιός ἐσσι” (Od. 1, 175)· ἐν γὰρ ταῖς τοιαύταις συντάξεσιν ὁ μὲν πρότερος ἤ ἐγκλίνεται, ὁ δὲ δεύτερος περισπᾶται.

21. ὧν ἕνεκα ξυνάγειρα καὶ τοῦτο ἑκατέρωσε δύναται προσδίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, στίζομεν ἐπὶ τὸ ξυνάγειρα, εἰ δὲ τοῖς ἑξῆς, ὑποστίζομεν ἐπʼ αὐτό.

23. ἥμενος, ἔνθʼ ὁρόων τὴν πρώτην λέξιν βέλτιον τοῖς ἄνω συνάπτειν, ἵνα μὴ δύο μετοχαὶ ἀσυνδέτως κέωνται.