Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

215. Δάρδανον αὖ πρῶτον Δάρδανος υἱὸς Ἠλέκτρας τῆς Ἀτλαντίδος καὶ Διός. οὗτος ᾤκει ἐν Σαμοθράκῃ· τοῦ δὲ κατακλυσμοῦ συμβάντος κατασκευάσας σχεδίαν καὶ ἀσκὸν ἑαυτῷ περιθεὶς ἐφέρετο τοῖς ὕδασι. προσοκείλας δὲ τῇ Ἴδῃ τὴν Δαρδανίαν ἔκτισεν. ἑτέρα δὲ ἡ τῆς Ἰλίου Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία· οἱ δὲ νεώτεροι συγχέουσιν.

κτίσσε δὲ Δαρδανίην ὅτι θηλυκῶς τὴν Ἴλιον· καὶ ὅτι ἑτέρα τῆς Ἰλίου ἡ Δαρδανία, ὥσπερ καὶ ἡ Φρυγία.

217. ἐν πεδίῳ διὰ γὰρ τὰς νομὰς καὶ τοὺς ὑετοὺς ἐν τοῖς ὄρεσι πρώην ᾤκουν· ὅθεν καὶ πόλεις τὰς ἀκροπόλεις καλοῦσιν.

221. ἕλος κάτα τὸ ἑξῆς ἐστὶ καθʼ ἕλος· διὸ ἀναστρεπτέον τὴν πρόθεσιν.

223. τάων καὶ Βορέης ὅτι ἐλλείπει τὸ τινῶν, τούτων τινῶν· οὐ γὰρ πασῶν ἠράσθη.

224. ἵππῳ δʼ εἰσάμενος ὅτι καταχρηστικῶς· ἵππος γὰρ οὐ παρακοιμᾶται, [*](5. σεῦα Vill.] ἔσσευα ὅτι Cobetus.) [*](6. Ἀριστοφάνους] ἀριστ 27. Versui proximo πολυπιδάκου) [*](8. Asteriscus cum obelo prae- in marg. adscriptum a m. rec. cui fixus. γράφεται praefixit Bekkerus.) [*](9. ὅτι] καὶ ἀστερίσκοι παράκεινται)

201
ἀλλʼ ἐπιβαίνει. τινὲς δὲ γράφουσιν ἵππῳ δʼ εἰσάμενος ἐμίγη φιλότητι καὶ εὐνῇ.

227. ἀνθερίκων νῦν τῶν ἐν τοῖς στάχυσι λεπτῶν ἀθέρων ἐστίν. ἐλαφρῶς οὖν, φησὶν, ἄνωθεν αὐτῶν διέτρεχον. ὁμοίως δὲ καὶ ἐπὶ τῆς τῶν κυμάτων ἐπιφανείας μὴ βαπτιζόμεναι τῷ ὕδατι. κυρίως δʼ ἀνθέρικος καλεῖται ὁ τοῦ ἀσφοδέλου καυλός· ἔστι δὲ τὸ φυτὸν λαχανῶδες.

228. *Ἀρίσταρχος ἀλλʼ ὅτε δέ, ἄλλοι δὲ ἀλλʼ ὅτε δή διὰ τοῦ η.

229. σημειοῦνταί τινες ὅτι ἁλὸς πολιοῖο ἔφη. *ῥηγμῖνος τῆς ἐπιφανείας τῆς θαλάττης.

233. ὃς δὴ κάλλιστος γένετο ὅτι ὡς ἂν ἁρμόζῃ πρὸς τὸ ἐγκώμιον τίθησι τὸ κάλλιστος· καὶ γὰρ ἄλλους καλλίστους λέγει. καὶ ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.

234. Ἀρίσταρχος μὲν ἂν ποιεῖ τὸ ἀνηρείψαντο, τουτέστι τὸ ἀνήρπασαν· εἰσὶ μέντοι οἳ τὸν ἄν σύνδεσμον παρέλαβον, ὧν ἐστὶ καὶ Ἀπολλώνιος ὁ τοῦ Θέωνος, τοιοῦτόν τι ἐκδεχόμενος, ἀνήρπασαν ἂν αὐτὸν οἱ θεοὶ τῷ Διὶ χάριν τοῦ κάλλους, εἰ ἔζη. τοῦτο δέ φησιν, ἐπεὶ οὐδαμοῦ παρεισάγει αὐτὸν ὁ ποιητὴς τῷ Διὶ διακονούμενον· ἡ γὰρ Ἥβη βλέπεται καὶ ὁ Ἥφαιστος. πρὸς δὲ ταῦτα ὑγιῶς ἀπεφήναντό τινες, καὶ ὁ Ἀσκαλωνίτης, ὡς ὅτι ὁ ποιητὴς τῷ ἠρείψαντο οὐδέποτε ἐχρήσατο ἄνευ τῆς προθέσεως. δεύτερον ὡς εἰ ἦν ὁ ἄν σύνδεσμος, ἐχρῆν τινὰ αἰτίαν ἐπενεχθῆναι, ὥσπερ ἐπὶ τοῦ “οὐδ᾿ ἄν πω χάζοντο κελεύθου δῖοι Ἀχαιοὶ, εἰ μὴ Ἀλέξανδρος Ἑλένης πόσις ἠϋκόμοιο παῦσεν ἀριστεύοντα μάχης” (Il. 11, 504). πῶς δὲ ἐν ἑτέροις περὶ τῆς ἁρπαγῆς τοῦ Γανυμήδους ὑπόμνησιν ποιεῖται, ὁπότε ὁ Διομήδης λέγει “τῆς γάρ τοι γενεῆς ἧς Τρωΐ περ εὐρύοπα Ζεὺς δῶχʼ υἷος ποινὴν Γανυμήδεος” (Il. 5, 262); ἀλλὰ, φησὶν, οὐ διακονεῖται. εὐλόγως, πρῶτον μὲν ὅτι τὰ πάντα συμπόσια δύο ἐστὶν, ἓν μὲν ἐν τῇ A, ἐν ᾧ ὁ Ἥφαιστος παρεισάγεται διακονούμενος ἕνεκα γέλωτος, ἄλλο δὲ ἐν τῇ Δ, ὅπου ἡ Ἥβη κοινῶς οἰνοχοεῖ πᾶσι θεοῖς. ἔχομεν δὲ ἡμεῖς προσθεῖναι τὸ κυριώτατον, φημὶ δὴ τὸ τῆς συντάξεως· [*](3. * ἀθέρων—φησὶν] θερῶν—φασὶν 24. κελεύθου] κέλοντες) [*](5. *βαπτιζόμεναι] βαπτιζόμενοι 25. πῶς Lehrsius] ὡς) [*](6. ἀνθέρικος] *ἀνθέριξ 26. Γανυμήδους—Γανυμήδεος] γα-) [*](23. ὥσπερ Bekkerus] ὥσπερ ὡς νυμήδου—γονυμήδεϊ)

202
ὁ γὰρ καί σύνδεσμος ἐναντίος ἐστὶ τῷ ἄν. ὁ μὲν γὰρ τίθησι, μᾶλλον δὲ συμπλέκει, ὥσπερ ἐπιζητῶν καὶ ἕτερα συμπλέξαι· ὁ δὲ ἄν σύνδεσμος ἀναιρεῖ τὰ παρῳχημένα.

ἡ διπλῆ, ὅτι ἐναντιοῦται τοῖς νεωτέροις· οὐ γὰρ διʼ ἔρωτα τὸν Γανυμήδην ὑπὸ Διὸς ἀνηρπάσθαι, ἀλλʼ ὑπὸ τῶν θεῶν, ἵνα οἰνοχοῇ τῷ Διὶ διὰ τὸ κάλλος. καὶ ὅτι ὁ καί περισσός.

*κατʼ ἔνια τὸν μὲν ἀνηρείψαντο.

235. κάλλεος εἵνεκα καὶ τοῦτο ὁμοίως. ἢ γὰρ ἀνηρείψαντο κάλλεος εἵνεκα οἷο, ἢ ἵνα ἀθανάτοισι μετείη κάλλεος εἵνεκα οἷο.

κάλλεος εἵνεκα ὁ ἀστερίσκος, ὅτι τοῦτον γράφουσι τὸν στίχον καὶ ἐν τῇ Ὀδυσσείᾳ (15, 251) ἐπὶ τοῦ Κλείτου οὐ δεόντως.

243. * ἐν ἄλλῳ ὁ γὰρ κάρτιστος ἀπάντων.

249. πολὺς νομός ὀξυτόνως, ἵνα σημαίνηται ὡς ἐν τῇ συνηθείᾳ ἡ νέμησις· τοῦτο γὰρ ἐμφάσεως μείζονός ἐστι σημαντικόν.

251. ἀλλὰ τίη ἕως τοῦ “πόλλʼ ἐτεά τε καὶ οὐκί” (255) ἀθετοῦνται στίχοι πέντε, ὡς ἄκαιροι καὶ ὀχληροὶ προειρημένου τοῦ “ἀλλ᾿ ἄγε μηκέτι ταῦτα λεγώμεθα” (244). τοῦτο δὲ περιγράφοντός ἐστι τὸν λόγον· πῶς οὖν καθάπερ ἄλλην ἀρχὴν ποιούμενος ἔτι ἀναλαμβάνει “ἀλλὰ τίη ἔριδας;” καὶ τὰ λεγόμενα ἀνάξια τῶν προσώπων. καὶ παρὰ βαρβάροις δέ ἐστι τὸ τὰς γυναῖκας προερχομένας λοιδορεῖσθαι, ὡς παρʼ Αἰγυπτίοις. περὶ δὲ τοῦ η τοῦ ὑποτασσομένου τῷ τί καὶ τῷ ἐπεί ἐδηλώσαμεν ἐν τοῖς πρὸ τούτων, ὡς τῷ τί ὑποτασσόμενος μὲν ἐγκλίνεται, τῷ δὲ ἐπεί περισπᾶται.

*καὶ είκεα ἐν ἄλλῳ καὶ ὀνείδεα.

255. πολλὰ τά τε καὶ οὐκί οὕτως Ἀρίσταρχος, πολλὰ τά τε καὶ οὐκί, τά τε ταῖς ἀληθείαις ὄντα καὶ μή. τὰ δὲ φαυλότερα τῶν ἀντιγράφων ἐτεά ἔχει, τουτέστιν ἀληθῆ.

*οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πολλά τʼ ἐόντα, τὰ δʼ οὐκί.

[*](8. ὁμοίως] Intelligitur ἀμφοτέροις 25. In marg. inter. adscrip- δυναται προσδίδοσθαι tum est πόλλ᾿ ἐτεά τε καὶ οὐκί.)[*](12. κάρτιστος] κʼ ὄχ᾿ ἄριστος, quod Collatis aliorum codicum scholiis ipsum in textu legitur. Recte et Eustathio hoc dicendum fuisse manus recentior textui in marg. apparet, vulgatam scripturam esse adscripsit κάρτιστος ἀπάντων. πόλλ᾿ ἐτεά τε καὶ οὐκί, Aristarchum)[*](17. περιγράφοντος Cobetus] παρα- vero legisse πολλά τʼ ἐόντα καὶ οὐκί, γράφοντος quod scholiasta interpretatur τά)[*](21. ῆ om. τε ταῖς ἀληθείαις ὄντα καὶ μή.)[*](22. τούτων] τούτοις 27. ἐτεά ἔχει] ἔπεα (sic) ἔχειν)
203

256. *μεταστρέψεις γρ. ἀποστρέψεις.

259. ἦ ῥα καὶ ἐν δεινῷ σάκει οὕτως ἡ Ἀριστάρχου. διαιρετέον τὸ σάκεϊ, καὶ Ἰακῶς τὸ ἔλασσε. καὶ τὸ δινῷ δὲ ἔξω τοῦ ε, ἀπὸ τοῦ δινεῖσθαι· “δινωτὴν φορέουσα” (Il. 13, 407).

260. * μύκε ὅτι ἀντὶ τοῦ ἤχησε καὶ οὐ διεκόπη.

261. *ἀπὸ ἕο ἔξω ἀνέτεινεν ἑαυτοῦ.

*ὅτι Ζηνόδοτος γράφει ἀπὸ οὗ.

263. *ῥεῖα Ἀρίσταρχος ἔξω τοῦ ῑ, ῥέα.