Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

265. *δῶρα ἔν τισιν ἔργα.

266. ἀνδράσι γε θνητοῖς πρὸς τὴν ἑξῆς ἀθέτησιν· ἄτρωτα γὰρ καὶ ἄθλαστα τὰ ἡφαιστότευκτα.

269. ἀλλὰ δύω μὲν ἔλασσε ἀθετοῦνται στίχοι δ´, ὅτι διεσκευασμένοι εἰσὶν ὑπό τινος τῶν βουλομένων πρόβλημα ποιεῖν. μάχεται δὲ σαφῶς τοῖς γνησίοις· ἄτρωτα γὰρ τὰ ἡφαιστότευκτα συνίσταται. ἵνα δὲ μὴ δοκῇ λύσεως ἠπορηκέναι, καὶ διὰ τοῦτο ἠθετηκέναι, φησὶν ὅτι τῆς χρυσῆς πτυχῆς πρώτης κατὰ τὴν ἐπιφάνειαν κειμένης νοητέον τὸ δόρυ τῆς πλείονος ὁρμῆς ἐγκοπὴν εἰληφέναι, διακεκόφθαι μέντοι τὸ σάκος ἕως τῆς τρίτης πτυχῆς, ὃν τρόπον ἐπὶ τῆς πτυχῆς Μενελάου λέγει “ἥ οἱ πλεῖστον ἔρυτο, διὰ πρὸ δὲ εἴσατο καὶ τῆς” (Il. 4, 138).

ἀτρώτων ὑπαρχόντων παρʼ Ὁμήρῳ τῶν Ἀχιλλέως ὅπλων, καὶ ἔξωθεν κατʼ ἐνίους τεταγμένης διὰ τὸν πλείονα κόσμον τῆς χρυσῆς πτυχὸς, οὕτως ἀποδοτέον τὸν λόγον· ἀλλὰ μέχρι μὲν δύο πτυχῶν προῆλθεν ἡ τῆς πληγῆς ἐνέργεια, εἴξεως καὶ οἱονεὶ συνιζήσεως γενομένης, ἐν δὲ τῇ τρίτῃ ἐπεσχέθη. ἀπορία. πῶς, φασὶν, ἄτρωτον ὑποστησάμενος τὴν ἀσπίδα νῦν τοῦτο λέγει; ῥητέον οὖν ὅτι ὁ χρυσὸς ὢν μαλθακώτερος χαλκοῦ ἢ σιδήρου ἐνέδωκε τῷ δόρατι καὶ ἐκοιλάνθη, καὶ ἐγένετο κοιλότης, οὐ τρῶσις.

273. δεύτερος αὖτ᾿ Ἀχιλεύς ὅτι Ζηνόδοτος μετεποίησεν οὕτως, μελίην ἰθυπτίωνα ἀσπίδα νύξʼ εὔχαλκον ἀμύμονος Αἰνείαο. οὐκ ἐκ χειρὸς δὲ ἐπέτυχεν ὁ Ἀχιλλεὺς, ὅπερ διὰ τοῦ [*](2. δινῷ] Sic codex in textu, in A aliisque 21, 25 ποταμοῖο κατὰ recte alii δεινῷ. Indignum Ari- δινοῖο ῥέεθρα, ubi recte plerique starcho commentum est δινῷ pro δεινοῖο. δινωτῷ dictum esse. Αἴαντος δεινὸν 15. ἠπορηκέναι Lehrsius Arist. σάκος est 7, 245, ubi nihil huius- p. 8] τι εἰρηκέναι modi annotatum est. Rursus vero 24. εἴξεως] ΐξεως)

204
νύξε σημαίνεται, ἀλλὰ βέβληκε τὸ δόρυ· διὸ καὶ ἑξῆς βέλος αὐτὸ εἴρηκεν.

276. ἡ δὲ διὰ πρό κατὰ τὸ ἄνω μέρος τῆς ἀσπίδος διόλου διαπεράσαν τὸ δόρυ ὀπίσω ἐπάγει τοῦ Αἰνείου.

279. * ὅτι σαφῶς συνίστησιν ὅτι βέβληται.

280. * τὸν χαλκοῦν καὶ τὸν βύρσινον.

283. ταρβήσας ὅ οἱ ἄγχι πάγη βέλος ὅτι βέβληκε τὸ δόρυ ὁ Ἀχιλλεὺς, οὐ νένυχεν ἐκ χειρὸς, ὥσπερ Ζηνόδοτος πεποίηκεν· τὸ γὰρ ἄγχι παγῆναι οὐκ ἄλλως ἔστιν ἢ ἐκ προέσεως.

288. ἔνθα κεν πάντα ἤρτηται ἕως τοῦ “εἰ μὴ ἄρʼ ὀξὺ νόησε” (291). διορθωτέον οὖν αὐτὰ ὡς ἐν τῇ B (261) “εἰ μὴ ἐγώ σε λαβών.”

289. τό ἢ τὸ σάκος, ἢ αὐτὸ τὸ πρᾶγμα τὸ βληθῆναι τὴν κόρυθα ἢ τὸ σάκος, ἅπερ οὐκ ἤμελλε βληθέντα ὄλεθρον ἐπάξειν τῷ Ἀχιλλεῖ· ἰσχυρὰ γὰρ ἤσαν.

290. *πρὸς τὸ σχῆμα· τὸν δὲ τὴν ψυχὴν ἀφείλετο.

293. * ἄχος μεγαλήτορος Αἰνείαο ὅτι λείπει ἡ περί, περὶ Αἰνείου.

298. μὰψ ἕνεκ’ ἀλλοτρίων ὅτι Αἰνείας οὐ συνεπεγράφη τῷ τῶν Πριαμιδῶν πολέμῳ· διὸ καὶ ὁ Πρίαμος ὑπώπτευεν αὐτὸν, οὐχ ὡς ἔνιοί φασιν, ὅτι ἐπετίθετο τῇ βασιλείᾳ. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μάψ πρὸς τὸ σαφέστερον.

299. δῶρα θεοῖσι δίδωσι ὅτι οὕτως εἶκε θεοῖσι καὶ οὐχ ἡμῖν, ὡς οὐκ ὢν καὶ αὐτὸς θεός. καὶ ἐν Ὀδυσσείᾳ (1, 66) “πέρι δʼ ἱρὰ θεοῖσι.”

306. *ἤχθηρε παρὰ Ἀριστοφάνει ἤχθαιρε.

307. Αἰνείαο βίη Τρώεσσιν ἀνάξει σημειοῦνταί τινες πρὸς τὴν ἱστορίαν, καὶ ἐπεὶ μεταγράφουσί τινες Αἰνείω γενεὴ πάντεσσιν ἀνάξει, ὡς προθεσπίζοντος τοῦ ποιητοῦ τὴν Ῥωμαίων ἀρχήν. Ἀφροδίτη, χρησμοῦ ἐκπεσόντος ὅτι τῆς τῶν Πριαμιδῶν ἀρχῆς καταλυθείσης οἱ ἀπʼ Ἀγχίσου Τρώων βασιλεύσουσιν, Ἀγχίσῃ ἤδη παρηκμακότι συνῆλθεν· τεκοῦσα δʼ Αίνείαν, καὶ βουλομένη πρόφασιν κατασκευάσαι [*](2. εἴρηκε Vill.] όρηκε (sic) 19. συνεπεγράφη] Sic A, non) [*](5. συνίστησιν Bekk.] παρίστησιν συνεγράφη, ut ViIl. Participio) [*](7, 19, 23. Diple parefixa. συνεπιγραφείς utitur Eustathius p.) [*](9. προέσεως] Sic A, non προ- 1285. θέσεως ut Vill.)

205
τῆς τῶν Πριαμιδῶν καταλύσεως, Ἀλεξάνδρῳ πόθον Ἑλένης ἐνέβαλε, καὶ μετὰ τὴν. ἁρπαγὴν τῷ μὲν δοκεῖν συνεμάχει τοῖς Τρωσὶ, ταῖς δὲ ἀληθείαις παρηγόρει τὴν ἧτταν αὐτῶν, ἵνα μὴ παντελῶς ἀπελπίσαντες ἀποδῶσι τὴν Ἑλένην. ἡ ἱστορία παρὰ Ἀκουσιλάῳ.

308. αἱ διὰ τῶν πόλεων λίπωνται εἶχον ἀντὶ τοῦ γένωνται.

311. ὅτι περισσὸς ὁ κέν, καὶ ἔστι τὸ ἑξῆς, ἢ ἐρύσεις ἢ αὐτὸν ἐάσεις. ἡ δὲ ἀναφορὰ πρὸς τὰς τοιαύτας ἀναγνώσεις, ὅτι “πρῶτον μὲν, ἔπειτα δέ κʼ αὐτὸς ὀνήσεαι” (Il. 6, 260) “μάλιστα δέ κʼ ταὐτῶς ἀνέγνω” (II. 13, 734).

322. Πηλείδῃ Ἀχιλῆι ἀθετοῦνται στίχοι τρεῖς, ὅτι οὐκ ἐνέσχηται τῇ ἀσπίδι τὸ δόρυ τοῦ Ἀχιλλέως, ἀλλὰ “διὰ πρὸ Πηλιὰς ἤιξεν μελίη” (276) καὶ “ἐγχείη δʼ ἄρʼ ὑπέρ νώτου ἐνὶ γαίῃ” (276). πῶς οὖν ὁ Ποσειδῶν ἐκ τῆς ἀσπίδος ἤρυσε τὸ δόρυ;

327. δύναται ἡ ἀπό καὶ ἀναστρέφεσθαι, ἵνʼ ἡ ἀπὸ θεοῦ, καὶ φυλάσσειν τὸν τόνον, ἵν᾿ ᾖ ἀπορούσας· ὅπερ καὶ βέλτιον.