Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

125. πάντες δʼ Οὐλύμποιο ἕως τοῦ γεινομένῳ ἐπένησε (128) ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι τοὐναντίον ὁ Ζεὺς λέγει “εἰ γὰρ Ἀχιλλεὺς οἶος ἐπὶ Τρώεσσι μαχεῖται, οὐδὲ μίνυνθʼ ἕξουσι” (26), καὶ σώζει μᾶλλον τὴν Ἀχιλλέως ἀξίαν. ἡ δὲ Ἥρα φησὶ τοὺς θεοὺς κατεληλυθέναι, ὅπως μὴ πάθῃ τι ὑπὸ τῶν Τρώων ὁ Ἀχιλλεύς.

135. *λείπει ἡ πρός.

138. *ἄρχωσι Ἀρίσταρχος προκρίνει τὴν διὰ τοῦ ω γραφήν· γράφεσθαι δέ φησι καὶ διὰ τοῦ η ἄρχῃσι.

ὅτι Ζηνόδοτος γράφει ἄρχῃσι. ὁ δὲ Ὅμηρος τὸ κατʼ ἀμφοτέρων τῶν ὀνομάτων τιθέμενον ῥῆμα εἴωθέ ποτε, τὸ ἕτερον προτάξας ὄνομα, μεταξὺ τάσσειν· “ᾗχι ῥοὰς Σιμόεις συμβάλλετον ἠδὲ Σκάμανδρο” (Il. 5, 774) καὶ “ἔνθα μὲν εἰς Ἀχέροντα Πυριφλεγέθων τε ῥέουσι Κωκυτός τε” (Od. 10, 513). καὶ τούτῳ πεπλεόνακεν Ἀλκμὰν, διὸ καὶ Ἀλκμανικὸν καλεῖται, οὐχ ὅτι πρῶτος αὐτῷ ἐχρήσατο.

[*](6. Hoc scholion proximo scho- 10. ἦ addidit Bekkerus. lio est postpositum. 12. In marg. inter. Ἀρίσταρχος)[*](8. καὶ ὅλου τὸν στίχον μεταποιεῖ ἄμυδις στήσασα Bekkerus] ἴνʼ ᾗ τὸ ὅλον μεταποιεῖ 30. τάσσειν Vill.] τάσσει)
199

143. *ἀνάγκῃ ἶφι γράφεται ἀναγκαίηφι.

146. τὸ ὑψηλόν ἑκατέροις δύναται προσδίδοσθαι, ἵν᾿ ᾖ τὸ ἑξῆς τεῖχος ὑψηλόν ἢ ὑψηλὸν ποίεον.

Ποσειδῶν καὶ Ἀπόλλων, προστάξαντος Διὸς Λαομέδοντι θητεῦσαι, ἐπὶ μισθῷ τεταγμένῳ τὸ τεῖχος κατασκευάζουσιν. Λαομέδων δὲ παραβὰς τοὺς ὅρκους καὶ τὰς συνθήκας, μὴ δοὺς τὸν μισθὸν, ἀπήλασεν αὐτούς. ἀγανακτήσας δὲ Ποσειδῶν ἔπεμψε τῇ χώρᾳ κῆτος, ὃ τούς τε παρατυγχάνοντας ἀνθρώπους καὶ τοὺς γιγνομένους καρποὺς διέφθειρεν. μαντευομένῳ δὲ Λαομέδοντι χρησμὸς ἐδόθη Ἡσιόνην τὴν θυγατέρα αὐτοῦ βορὰν ἐκθεῖναι τῷ κήτει καὶ οὕτως ἀπαλλαγήσεσθαι τοῦ δεινοῦ. προθεὶς δὲ ἐκεῖνος τὴν θυγατέρα, μισθὸν ἐκήρυξε τῷ τὸ κῆτος ἀνελόντι τοὺς ἀθανάτους ἵππους δώσειν, οὓς Τρωὶ Ζεὺς ἀντὶ Γανυμήδους ἔδωκεν. Ἡρακλῆς δὲ παραγενόμενος ὑπέσχετο τὸν ἆθλον κατορθώσειν, καὶ Ἀθηνᾶς αὐτῷ πρόβλημα ποιησάσης τὸ καλούμενον ἀμφίχυτον τεῖχος, εἰσδὺς διὰ τοῦ στόματος εἰς τὴν κοιλίαν τοῦ κήτους, αὐτοῦ τὰς λαγόνας διέφθειρεν. ὁ δὲ Λαομέδων ὑπαλλάξας θνητοὺς δίδωσιν ἵππους. μαθὼν δὲ Ἡρακλῆς ἐπεστράτευσε καὶ Ἴλιον ἐπόρθησε, καὶ οὕτως ἤλαυνε τοὺς ἵππους. ἡ ἱστορία παρὰ Ἑλλανίκῳ.

147. ὅτι οὕτως εἴρηκε σὺν τῷ ἄρθρῳ τὸ κῆτος, ὡς παραδεδομένης τῆς ἱστορίας τῆς περὶ τοῦ κήτους.

152. ἀμφὶ σέ ὀρθοτονητέον τὴν ἀντωνυμίαν ὁμοίως τῷ “ἀμφὶ σὲ Πηλέως υἱέ” (2).

155. *κατʼ ἔνια διὰ τοῦ ο, ὄκνεον.

156. * Ἀρίσταρχος Ἰακῶς λάμπετο.

157. ἀνδρῶν ἠδ᾿ ἵππων καὶ τοῦτο τάχα ἄν τις τοῖς ἑξῆς συνάπτοι· τὸ δὲ ὑπερβατὸν οὐκ εὖ ἔχει.

166. πρὸς τὸ σχῆμα, ὅτι δῆμος ἀγρόμενοι, ἐπεὶ ὁ δῆμος ἔννοιαν πληθυντικὴν ἔχει.

170. *γράφεται ἀμφοτέρωσε ἔν τισιν, οὐ φαύλως.

171. ἑέ ἡ ἕ τοῦ τρίτου προσώπου ἀντωνυμία ἐπλεόνασε κατʼ ἀρχὴν, ὥσπερ ἐπὶ τοῦ ἑόν ἑοῦ ἑῷ· ἅμα δὲ τῷ πλεονασμῷ μετέβη καὶ τὸ πνεῦμα.

*ἀντὶ τοῦ ἑαυτόν.

180. ἐλπόμενον Τρώεσσι ἀθετοῦνται στίχοι ζ´, ὅτι εὐτελεῖς εἰσὶ [*](16. *αὐτοῦ] καὶ αὐτοῦ 18. * ἤλαυνε] ἔλαβε)

200
τῇ κατασκευῇ καὶ τοῖς νοήμασι, καὶ οἱ λόγοι οὐ πρέποντες τῷ τοῦ Ἀχιλλέως προσώπῳ.

185. * ἐσθλὸν γρ. καλόν.

188. ἀναστρεπτέον τὴν πρόθεσιν· ἔστι γὰρ τὸ ἑξῆς ἀπὸ βοῶν. ἔνιοι δὲ συντάσσουσι τὴν ἀπό τῷ σεῦα. ἐν τῇ Χίᾳ δὲ βοῶν ἔπι.

* ἡ Ῥιανοῦ καὶ Ἀριστοφάνους βοῶν ἔπι, οὐκ ἀχαρίτως.

195. * οὕτως Ἀρίσταρχος ἐρύεσθαι χωρὶς τοῦ σέ.

ἀλλʼ οὐ νῦν σʼ ἐρύεσθαι ἕως τοῦ “πρίν τι κακὸν παθέειν” (198) ἀθετοῦνται στίχοι τέσσαρες, ὅτι ἐπὶ τῆς Μενελάου πρὸς Εὔφορβον συστάσεως (Il. 17, 30) ὀρθῶς λέγονται· σκοπὸς γὰρ ἀμφοτέροις ἐστὶν ἀνελέσθαι τὸν νεκρὸν καὶ τὰ ὅπλα· νῦν δὲ παντελῶς ἐκλελυμένος τις ὁ Ἀχιλλεὺς φαίνεται, τῷ πρώτῳ συστάντι τοιαῦτα λέγων.

205. ὄψει δʼ οὔτ᾿ ἄρ πω ἕως τοῦ “εὔχομαι ἐκγεγάμεν” (209) ἀθετοῦνται στίχοι πέντε, ὅτι οὐκ ἀναγκαῖα τὰ διʼ αὐτῶν λεγόμενα, κατὰ τὴν γενεαλογίαν ἀμφοτέρων γινωσκομένων.

211. * καὶ τὸ σήμερον ὁμοίως τοῖς προκειμένοις.

213. δαήμεναι ὅτι ἀπαρέμφατον ἀντὶ προστακτικοῦ τοῦ δάηθι.