Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

2. μάχης ἀκόρητον ἐὰν πληθυντικῶς γράφηται ἀκόρητοι, συνάψομεν τῇ τελευταίᾳ λέξει ὡς ἂν ἐπιθετικὸν ἐκείνης· ἐὰν δὲ ἑνικῶς, βραχὺ διαστελοῦμεν· ἐπὶ γὰρ τοῦ Ἀχιλλέως ἀκουσθήσεται.

3. θρωσμῷ πεδίοιο ὑψηλῷ τόπῳ, ὅθεν καταθορεῖν καὶ πηδῆσαι ἔστιν. ἔστι δὲ οὗτος ἐν Ἰλίῳ, σταδίων πέντε τὴν περίμετρον, μεταξὺ Σιμοῦντος τοῦ ποταμοῦ καὶ τῆς Ἰλιέων καλουμένης κώμης, ὅπου καὶ αἱ θεαὶ κριθῆναι δοκοῦσι περὶ κάλλους. ὀνομάζεται δὲ Καλλικολώνη, ἐπεὶ τῶν πέριξ τόπων ἐπισημότατός ἐστιν· ἡ ἱστορία παρὰ Δημητρίῳ τῷ Σκηψίῳ. γίνεται δὲ ἐκ τοῦ θορῶ θρῶ.

4. *Ζεὺς δὲ Θέμιστα ὅτι οὐκ ἀγγέλῳ κελεύει καθάπερ Ἴριδι, ἀλλὰ τῷ τὰς ἀγορὰς διαλύειν καὶ πάλιν συνάπτειν. *ὅτι ἀντὶ τοῦ Θέμιστι.