Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

407. αὐδήεντα δʼ ἔθηκε ἀθετεῖται ὡς περιττὸς καὶ ἐναντίον ἔχων· ἐπιφέρει γὰρ (418) “ὣς ἄρα φωνήσαντος Ἐρινύες ἔσχεθον αὐδήν,” ὡς δηλονότι καὶ παρασχοῦσαι. τοιοῦτος γὰρ ὁ ποιητής· “τὸν μὲν ἀρίζηλον θῆκεν θεὸς ὥσπερ ἔφηνεν” (Il. 2, 318).

[*](6. καιροσέων δʼ ὀθονέων] καὶ ῥ᾿ 18. *διὸ καὶ] καὶ om. cum decem fere litterarum lacuna. 20. * ἐνεργείας] ἐνέργειαν)[*](7. πέντε Cobetus] τέσσαρες 21. *ὅθεν καὶ λέχος] om.)[*](13. καὶ] ἐν ἄλλῳ καὶ Bekk.)
192

416, 417. ἥνπερ ἐλαφροτάτην ἀθετοῦνται στίχοι καὶ οὗτοι οἱ δύο, ὅτι οὐκ ἀναγκαῖοί εἰσιν· οἴδαμεν γὰρ ὅτι ἡ πνοὴ ἐλαφροτάτη ἐστί. τὸ δὲ καὶ προσθεῖναι φασίν ὡς ἀπὸ ἱστορίας ἐστὶ παρειληφότα ἀγνοούμενόν τι, καὶ ἀπίθανον ἵππον λέγειν φασίν ὥσπερ ἄνδρα πολυΐστορα.

418. ὣς ἄρα φωνήσαντος οὕτως εἰπόντος, φησὶ, τοῦ ἵππου ἐπέσχον αὐτοῦ αἱ Ἐρινύες τὴν φωνήν· πάντα γὰρ τὰ παράλογα καὶ τεράστια δοκεῖ ὑπὸ Ἐρινύων γίνεσθαι. ἡ διπλῆ δὲ πρὸς τὴν ἀθέτησιν τοῦ “αὐδήεντα δʼ ἔθηκεν·” εἰ γὰρ ἡ Ἥρα παρέσχε, καὶ ἐπισχεῖν ὥφειλεν, οὐχ αἱ Ἐρινύες.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.