Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

63. ἀντωνυμία μὲν ὁμολογουμένως τὸ τό μόριον, οὐ μὴν διασταλτέον κατʼ αὐτὸ, ὡς ἔδοξέ τισιν.

67, 68. *ὅτι ἀντιπέφρακε τῇ μήνιδι τὸν χόλον.

68. *μενεαινέμεν ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαι.

70. *οὕτως Ἀρίσταρχος διὰ τοῦ ν, ἀντίον.

71. ἰαύειν ὅτι τὸ ἰαύειν οὐκ ἔστι νῦν κοιμᾶσθαι, ἀλλʼ ἐπαυλίζεσθαι· “ὡς καὶ ἐγὼ πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον” (Il. 325). καὶ ὅτι ἀντὶ τοῦ αἴ κʼ ἐθέλοιεν.

[*](3. ὅτι addidit Cobetus. εἴπομεν, ἴνα ᾖ ἐρώτησις· Ἀτρείδη, ἆρά)[*](12. τῷ Cobetus] τὸ τι κρεῖσσον Lehrsius Herod. p. 312)[*](17. τοιοῦτον ᾖ—ἆρά τις κρείσσων] (conf. Quaest. ep. p. 53), verbis τοιοῦτον ᾖ· ἄρτι τοῦτο ἀμφοτέροις usque ad μενεήναμεν ex codice ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι Veneto B sumtis. μενεήναμεν. οὐκ ἔστι δέ, ἀλλὰ ὡς 18. * Ἀτρείδη] ἀττική)
184

73. *φεύγων γρ. δηΐου ἐκ πολέμοιο.

75. *ἀπειπόντος Ἀρίσταρχος ἔξω τοῦ ο, ἀπειπόντος, καὶ αἱ πλείους.

76, 77. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς οὕτως καὶ παῤ Ἀριστοφάνει. ἐν δὲ τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ “τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων, μῆνιν ἀναστενάχων καὶ ὑφʼ ἕλκεος ἄλγεα πάσχων.” οὕτως ὁ Δίδυμος.

77. αὐτόθεν ἐξ ἕδρης ὅτι Ζηνόδοτος τοῦτον μὲν οὐκ ἔγραφε, τὸν δὲ πρὸ αὐτοῦ μόνον οὕτως “τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων.” ὁ δὲ Ἀγαμέμνων οὐκ ὀρθὸς δημηγορεῖ διὰ τὴν τοῦ τραύματος ἀλγηδόνα· διὸ ἐπιφέρει ὑποτιμώμενος, καλὸν μέν ἐστιν ἑστῶτα δημηγορεῖν, ὡς δηλονότι καθήμενος.

79. ἑσταότος μὲν καλῶς ἔχει τοῦ ἑστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν μηδὲ ἐμποδίζειν· τοῦτο γὰρ δηλοῖ τὸ ὑββάλλειν· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τοῦτο ἀγνοήσας Ἀρίσταρχος, καὶ οἰηθεὶς παραίτησίν τινα ἐκ τοῦ Ἀγαμέμνονος γίνεσθαι, παρενέθηκε τὸν “αὐτόθι ἐξ ἕδρης.” πρῶτον μὲν οὖν τί ἂν καθέζοιτο τὸν ἀγκῶνα τετρωμένος; ἔπειτα οὕτως ἔρρωται ὥστε ὀλίγον ὕστερον (252) κάπρον ἀποσφάττειν. οὕτως ὁ Κοτιαεύς.

*ἀκούειν οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ ἀκουέμεν.

80. ὅτι τὸ ὑββάλλειν ἐστὶν ὑποβάλλειν· χαλεπόν ἐστιν ἑτέρῳ ὑποβάλλειν τὸν λόγον, ὃν αὐτός τις εἰπεῖν βούλεται, κἂν ὅτι μάλιστα ἐπιτιμῶν τις ἦν. τὸ δὲ ὑββάλλειν ψιλωτέον· ἔστι γὰρ Αἰολικὸν, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ κʼ τῆς καθόλου.

*Ἀρίσταρχος ἐπισταμένῳ περ ἐόντι.

81. πῶς κέν τις ἀκούσαι ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ οὕτως χρώμενος· τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι, ἐν δὲ πολλῶν ἀνδρῶν ὁμίλῳ πῶς ἄν τις οὕτως χρώμενος ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν οὕτως Δίδυμος. τὸ ἀκούσαι παροξυτονητέον· ἔστι γὰρ εὐκτικόν.

83. ἐνδείξομαι οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς, ἢ ἀπολογήσομαι. ἐζήτητο δὲ δι᾿ ἣν αἰτίαν οὐ [*](16. ὑββάλλειν] ὑβάλλειν hic et infra. 25. Αἰολικὸν Vill.] αἰολικὴ) [*](34. ἐζἠτητο—] Scholion hoc versui 40 adscripsit Bekkerus.)

185
χρῆται κήρυκι Ἀχιλλεὺς πρὸς τὸ συγκαλέσαι τοὺς ὄχλους. ῥητέον οὖν ὅτι ἔθος ἐστὶν ἀρχαῖον αὐτῷ. οὕτως γοῦν καὶ ἐν τῇ A ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ, ἄλλως τε διὰ τὴν χαρὰν μετὰ σπουδῆς συνδεδραμήκασιν, οὐδὲ τοὺς κήρυκας ἀναμείναντες.

84. *σύνθεσθʼ κρίνατε, δοκιμάσατε.

85. σημειοῦνταί τινες ὡς ἂν λεγόντων τινῶν ὅτι ἠδίκησεν ἀφελόμενος τὴν Βρισηΐδα.

86. * παῤ Ἀριστοφάνει καὶ τῇ Χίᾳ νεικείουσιν.

87. ἠεροφοῖτις προπερισπαστέον ὁμοίως τῷ πρωθῆβις καὶ πολῖτις. πειστέον δὲ μᾶλλον τοῖς παρὰ τὸν ἀέρα ἐκδεξαμένοις τὴν σύνθεσιν γεγονέναι, ἐπεὶ ἀοράτως φοιτᾷ· ἀέρα γὰρ λέγει τὸ σκοτεινὸν κατάστημα· “ἠέρι γὰρ κατέχοντο” (Il.17, 368) καὶ “ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν” (Od. 9, 144).

90. ἔξω τοῦ ν αἱ Ἀριστάρχου, ἀλλὰ τί κε ῥέξαιμι. γράφεται δὲ κατʼ ἔνια θεοὺς διὰ πάντα τελευτᾷ, διὰ τοὺς θεοὺς τέλος πάντα λαμβάνει. ἐν δέ τισι θεοὺς διὰ πάντα τέτυκται. στικτέον δὲ ἐπὶ τὸ ῥέξαιμι. καλῶς δὲ ἔχει καὶ κατὰ τὸ τέλος τοῦ στίχου στίζειν, ἵνα οὗτος μὲν ὁ λόγος καθολικὸς ᾖ, θεὸς πάντων τὸ τέλος ἔχει, τὰ δὲ ἑξῆς ἀπʼ ἄλλης ἀρχῆς, ἵνα λείπῃ τὸ ἐστί ῥῆμα. ὁ δὲ λόγος, Διὸς θυγάτηρ ἐστὶν Ἄτη, ἐξ οὗ τὸ θεῖον καὶ τὸ ἰσχυρὸν παρίστησιν. ὡς μὲν γὰρ ἡ τριβὴ συνάπτει, ψεῦδος εἶναί μοι δοκεῖ· οὐ γὰρ πάντων ἡ Ἄτη τὸ τέλος ἔχει, ὥσπερ οὐδὲ τῶν ἀγαθῶν.

θεὸς διὰ πάντα ελευτᾷ ὁ μὲν Ἀσκαλωνίτης περισσὴν ἡγεῖται τὴν διά πρόθεσιν εἶναι. τὸ γὰρ ἑξῆς, θεὸς πάντα τελευτᾷ. Δίδυμος δὲ ἡγεῖτο σημαντικὴν αὐτὴν εἶναι τοῦ διόλου καὶ μὴ παρέλκειν, ὥσπερ ἐπὶ τοῦ διηλίτης ὁ διʼ ὅλου ἁμαρτάνων. οὐ προσεκτέον δὲ τοῖς ὑφʼ ἓν ἀνεγνωκόσιν.

92. *τῇ μέν οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ τῆς μέν θʼ ἁπαλοί.

94. βλάπτουσʼ ἀνθρώπους ἀθετεῖται ὡς περισσὸς καὶ κακοσύνθετος· τί γὰρ ἄλλο δύναται ποιεῖν ἡ Ἄτη ἢ βλάπτειν; οὐχ ὑγιῶς δὲ οὐδὲ τὸ ἕτερον τέτακται· ἔδει γὰρ ἄλλον. βιάζονται δέ τινες τὸν Ἀγαμέμνονα λέγειν ἐφʼ ἑαυτοῦ καὶ τοῦ Ἀχιλλέως· καθολικὸς δέ [*](10. μᾶλλον indicio est ante πει- lxxviii. στέον nonnulla excidisse, quae ex 26. διηλίτης] De hoc dixi in Thes. aliis codicibus suppleri possunt: vol. 2 p. 1458. v. Lentz. Herodiaan. vol. 1 p.)

186
ἐστιν ὁ λόγος. κοινότερον γοῦν εἰπὼν ἐπὶ τὸν ἡγεμονικώτατον Δία ἀνῆλθεν. καὶ ὅλως παρῴδηται ἐκ τῶν Λιτῶν (Il. 9, 503)· “βλάπτουσʼ ἀνθρώπους· αἱ δʼ ἐξακέονται ὀπίσσω.”