Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

95. Ἀρίσταρχος Ζεὺς ἄσατο.

καὶ γὰρ δὴ νύ πότε Ζεὺς ἄσατο οὕτως ἐν ἀπάσαις, Ζεὺς ἄσατο· καὶ ἔστι ποιητικώτερον. ἐν δέ τισι τῶν εἰκαιοτέρων Ζῆνʼ ἄσατο.

96. * παρὰ Ἀριστοφάνει ἀλλά νυ καὶ τόν. ἐν δὲ τῇ Χίᾳ φαμὲν ἔμμεναι, ἠθικῶς.

97. Ἥρη θῆλυς ὅτι οὕτως σχηματίζει θῆλυς ὡς πῆχυς· ἀφʼ οὗ πίπτει θήλεας ὡς πήχεας.

100. * ὅτι τὸ εὐχόμενος σαφῶς ἐστὶ καυχώμενος, παρὰ τὸ αὐχεῖν.

105. *παρὰ Ἀριστοφάνει ἔξω τοῦ θ οἳ αἵματος.

*τούτων τῶν ἀνδρῶν οἳ ἐκ τῆς σῆς σπορᾶς τὸ αἷμα ἔχουσιν.

τὸ ἑξῆς ἐστὶν, οἷς τὸ αἷμα ἐξ ἐμοῦ ἐστὶν, οὐχὶ οἳ αἵματος ἐξ ἐμοῦ εἰσίν· ἐπεὶ κἂν ἡ σύναρθρος ἔκειτο, ὅθεν καὶ ἑξῆς φησὶ “τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης,” οἷς τὸ αἷμά ἐστιν ἐκ σοῦ.

108. *εἰ δʼ ἄγε ἐν ἄλλῳ αἰ δʼ ἄγε νῦν.

διὰ τί ἡ Ἥρα ὀμόσαι πρὸς τὸν Δία; ἢ δῆλον ὡς οὐ ποιοῦντα ἃ ἂν φῇ. εἰ δὲ τοῦτο, διὰ τί οὐ κατανεῦσαι, ἀλλὰ καὶ ὀμόσαι ἠξίωσεν, ὡς καὶ ψευδομένου, ἂν μὴ ὀμόσῃ; ὁ δὲ ποιητής φησιν ἀληθεύειν “ὅ τι κεν κεφαλῇ κατανεύσῃ” (Il. 1, 527). τὸ μὲν οὖν ὅλον μυθῶδες· καὶ γὰρ οὐδʼ ἀφʼ ἑαυτοῦ ταῦτά φησιν Ὅμηρος, οὐδὲ γινόμενα εἰσάγει, ἀλλʼ ὡς διαδεδομένων περὶ τὴν Ἡροκλέους γένεσιν μέμνηται. ῥητέον δὲ ὅτι καὶ ὁ μῦθος εἰκότως εἰσάγει τὴν Ἥραν ὁρκοῦσαν τὸν Δία· πάντες γὰρ περὶ ὧν ἂν φοβῶνται μὴ ἄλλως ἀποβῇ, πολὺ τῷ ἀσφαλεῖ προέχειν πειρῶνται· διὸ καὶ ἡ Ἥρα, ἅτε οὐ περὶ μικρῶν ἀγωνιζομένη, καὶ τὸν Δία εἰδυῖα ὅτι αἰσθόμενος τὸν Ἡρακλέα δουλεύοντα ὑπεραγανακτήσει, τῇ ἰσχυροτάτῃ ἀνάγκῃ κατέλαβεν αὐτόν. οὕτως Ἀριστοτέλης.

114. Ἥρη δʼ ἀΐξασα πρὸς τὰ περὶ τοῦ Ὀλύμπου. ἔδει δὲ λίπʼ οὐρανὸν ἀστερόεντα· Ἀγαμέμνων γὰρ ὁ λέγων.

115. καρπαλίμως δʼ ἵκετ᾿ Ἄργος ὅτι τὴν Πελοπόννησον Ἄργος Ἀχαϊκὸν λέγει, τὴν Θεσσαλίαν Ἀργος Πελασγικόν.

[*](11. ἐστὶ καυχώμενος Cobetus] 15. τὸ ἑξῆς Cobetus] ὅτι τὸ ἑξῆς ἐστὶν αὑχώμενος 17. γενέθλης] om.)
187

116. ἄλοχον Σθενέλου Δίδυμος παρατίθεται Φερεκύδην μὲν λέγοντα αὐτὴν τὴν Πέλοπος Ἀμφιβίαν· Ἡσίοδος δὲ Ἀντιβίαν τὴν Ἀμφιδάμαντος ἀποφαίνεται.

117. *μείς ἐν τῇ Χίᾳ μής.

μείς μὴν Αἰολικῶς. ὥσπερ δὲ ῥίς ῥινός καὶ θίς θινός, οὕτως καὶ μείς μηνός κλιθήσεται κατὰ τὴν ἀναλογίαν.

118. ἐκ δʼ ἄγαγε προφόως δέ ὅτι νῦν ὑγιῶς γράφεται σὺν τῇ προθέσει προφόως· πρὸ γὰρ τῶν μηνῶν τῶν καθηκόντων ἐγεννήθη, διὸ ἠλιτόμηνος. ὁ δὲ Ζηνόδοτος καὶ ἐπʼ ἄλλου οὕτως γράφει (Il. 16 188).

119. *ὅτι τὰς ὠδῖνας Εἰλειθυίας ἔφη.

Ζεὺς μιγεὶς Ἀλκμήνῃ τῇ Ἠλεκτρύονος (ὃν δὲ τρόπον, εἴρηται ἐν τῇ Ξ) ἔγκυον κατέστησε, μελλούσης δὲ τίκτειν ὤμοσεν ἐν θεοῖς τὸν ἐκείνῃ τῇ ἡμέρᾳ γεννηθέντα τῶν ἐξ ἑαυτοῦ βασιλεύσειν. Ἥρα δὲ ζηλοτύπως διατεθεῖσα τὰς μὲν Ἀλκμήνης ὠδῖνας ἐπέσχεν, Ἀντιβίαν δὲ, ἥν τινες Νικίππην εἶπον, τὴν Σθενέλου γυναῖκα, κυοφοροῦσαν Εὐρυσθέα ἑπτάμηνον τεκεῖν ἐποίησεν· ὅθεν καὶ τὰ ἑπτάμηνα γεννώμενα τροφῆς μοῖραν ἔλαχεν. βασιλεύων δὲ Εὐρυσθεὺς Ἡρακλεῖ τοὺς ἄθλους ἐπέτασσεν, οὓς τελειώσας κατὰ Ἀθηνᾶς καὶ Ἀπόλλωνος ὑποθήκας ἀθανασίας μετέλαβεν. ἡ ἱστορία παρὰ Ῥιανῷ.

120. αὐτὴ δʼ ἀγγελέουσα ὅτι ἰδίως ἀγγελέουσα προσηύδα· ἐχρῆν γὰρ ἀγγελέουσα ἧκε καὶ προσηύδα.

123. δύναται καὶ τοῖς ἑξῆς συνάπτεσθαι, ἵνʼ ᾖ σχῆμα, Εὐρυσθεὺς σὸν γένος. βέλτιον δὲ στίζειν εἰς τὸ Περσηϊάδαο, καὶ καθʼ ἑαυτὸ λέγεσθαι τὸ σὸν γένος, ἵνα λείπῃ τὸ ἐστίν.

124. Ἀργείοισιν κατʼ ἐνίας τῶν ἐκδόσεων ἀνθρώποισιν.

149. κλοτοπεύειν τὸν καιρὸν διατρίβειν καὶ κενὰ λέγειν. ὅτι ἐκ τῶν συμφραζομένων κλοτοπεύειν τὸ στραγγεύεσθαι. καὶ ὅτι ἅπαξ εἴρηται.

150. ἤτοι δὲ περὶ Πατρόκλου ταφῆς λέγει, ἢ τῆς Ἕκτορος ἀναιρέσεως.

[*](5. ῥίς ῥινός καὶ θίς] ῥείς ῥεινός ἔνια p. 185, 16 et 188, 17, ubi καὶ θείς βιβλία intelligitur.)[*](14. *ἑαυτοῦ] αυτοῦ (sine spiritu) 27. Scholia versuum 149320)[*](20. *μετέλαβεν] μετέβαλεν ex codice Athoo sumsi, de quo)[*](Ῥιανῷ Heynius] ἀριανῷ supra dictum est ad vol. 1 p. 215)[*](24. *εἰς τὸ] om. 27.)[*](26. κατʼ ἐνίας] κατένια. Recte κατʼ 28. στραγγεύεσθαι] στρατεύεσθαι)
188

151. ὁ λόγος, ὡς ἂν θεάσηταί τις Ἀχιλλέα προμαχοῦντα, οὕτω καὶ αὐτὸς μαχέσθω.

163. ἄκμηνος ἄγευστος, παρὰ τὴν ἀκμήν. οὕτω δὲ τὴν ἀσιτίαν Αἰολεῖς λέγουσι. τινὲς δὲ μὴ καμὼν ἐν παρασκευῇ ἀρίστου.

176. τῆς εὐνῆς ὅτι τὸ τῆς οὐκ ἔστιν ἄρθρον, ἀλλʼ ἀντὶ τοῦ ταύτης· παραλέλειπται δὲ τὸ ἄρθρον καί ἐστιν, μήποτε τῆς ταύτης εὐνῆς ἐπιβῆναι.

180. πιείρῃ λιπαρᾷ, δαψιλεῖ, ἵνα μηδὲν ἐλλείπῃς τῶν ὀφειλόντων περὶ σὲ δικαίως πραχθῆναι.