Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

49. ἔγχει ἐρειδόμενοι ὅτι συλληπτικῶς εἴρηκεν· ὁ γὰρ Διομήδης μόνος τὸν πόδα τετρωμένος (Il. 11, 376) ὑπέρεισμα ἔχει τὸ δόρυ. ὁ δὲ Διονύσιος τὸ σημεῖόν φησιν, ὅτι οἷον μυκτηρίζοντός ἐστι τὸ “ἔτι γὰρ ἔχον ἕλκεα λυγρά·” δευτεραῖοι γάρ εἰσι τραυματίαι. τοῦτʼ οὖν λέγεσθαι, ὅτι χρῆσθαι αὐτοῖς μέλλει εἰς τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα πρὸς τὰ ἐναντία τοῖς τραύμασιν ἀγωνίσματα. ὑπεξαιρούμενος οὖν λέγει ὡς δὴ πρὸς τῷ ὑγιάσθαι ὄντων.

51. ὅτι δεύτατος ἀπὸ τοῦ δεύεσθαι ὁ ἔσχατος· τὸ δὲ δεύεσθαι ἐνδεῖν ἐστί. προσυνήχθη δὲ τὸ πλῆθος ὑπʼ Ἀχιλλέως.

56. τὸν ἦ σύνδεσμον περισπαστέον· ἔστι γὰρ διστακτικὸς, τῆς κλητικῆς ἀνάπαυσιν λαβούσης. εἰσὶ μέντοι οἳ ἐνέκλιναν αὐτὸν καθʼ ὑπερβατὸν συντάσσοντες τῷ πέρ, ἵνα τὸ ὅλον τοιοῦτον ᾖ, ἵνα ᾖ ἐρώτησις, Ἀτρείδη, ἆρά τις κρείσσων ἐκ τῆς ἔριδος ἐγένετο ἡμῖν; ἐν δὲ τῇ Χία ὄνειαρ ἐγέγραπτο, ἐν τῇ Μασσαλιωτικῇ ἄμεινον

62. δυσμενέων ὑπὸ χερσίν ὅτι ἀντὶ τοῦ ὑπὸ χειρῶν, καὶ ὅτι περισσὴ ἡ ἀπό πρόθεσις, ἀντὶ τοῦ μηνίσαντος. Νικίας ἀναστρέφει τὴν πρόθεσιν· οὐκ ἀναγκαῖον δέ.

ἐμεῦ ἀπομηνίσαντος ὁ μὲν Ἀσκαλωνίτης ὡς ἀποφοιβήσαντος· καὶ οὕτως ἔχει ἡ παράδοσις.

63. ἀντωνυμία μὲν ὁμολογουμένως τὸ τό μόριον, οὐ μὴν διασταλτέον κατʼ αὐτὸ, ὡς ἔδοξέ τισιν.

67, 68. *ὅτι ἀντιπέφρακε τῇ μήνιδι τὸν χόλον.

68. *μενεαινέμεν ὅτι νῦν ἀντὶ τοῦ θυμοῦσθαι.

70. *οὕτως Ἀρίσταρχος διὰ τοῦ ν, ἀντίον.

71. ἰαύειν ὅτι τὸ ἰαύειν οὐκ ἔστι νῦν κοιμᾶσθαι, ἀλλʼ ἐπαυλίζεσθαι· “ὡς καὶ ἐγὼ πολλὰς μὲν ἀύπνους νύκτας ἴαυον” (Il. 325). καὶ ὅτι ἀντὶ τοῦ αἴ κʼ ἐθέλοιεν.

[*](3. ὅτι addidit Cobetus. εἴπομεν, ἴνα ᾖ ἐρώτησις· Ἀτρείδη, ἆρά)[*](12. τῷ Cobetus] τὸ τι κρεῖσσον Lehrsius Herod. p. 312)[*](17. τοιοῦτον ᾖ—ἆρά τις κρείσσων] (conf. Quaest. ep. p. 53), verbis τοιοῦτον ᾖ· ἄρτι τοῦτο ἀμφοτέροις usque ad μενεήναμεν ex codice ἔπλετο ἄρειον ἤπερ ὅτε ἡμεῖς ἀχνύμενοι Veneto B sumtis. μενεήναμεν. οὐκ ἔστι δέ, ἀλλὰ ὡς 18. * Ἀτρείδη] ἀττική)
184

73. *φεύγων γρ. δηΐου ἐκ πολέμοιο.

75. *ἀπειπόντος Ἀρίσταρχος ἔξω τοῦ ο, ἀπειπόντος, καὶ αἱ πλείους.

76, 77. τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων αὐτόθεν ἐξ ἕδρης, οὐδʼ ἐν μέσσοισιν ἀναστάς οὕτως καὶ παῤ Ἀριστοφάνει. ἐν δὲ τῇ Μασσαλιωτικῇ καὶ Χίᾳ “τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων, μῆνιν ἀναστενάχων καὶ ὑφʼ ἕλκεος ἄλγεα πάσχων.” οὕτως ὁ Δίδυμος.

77. αὐτόθεν ἐξ ἕδρης ὅτι Ζηνόδοτος τοῦτον μὲν οὐκ ἔγραφε, τὸν δὲ πρὸ αὐτοῦ μόνον οὕτως “τοῖσι δʼ ἀνιστάμενος μετέφη κρείων Ἀγαμέμνων.” ὁ δὲ Ἀγαμέμνων οὐκ ὀρθὸς δημηγορεῖ διὰ τὴν τοῦ τραύματος ἀλγηδόνα· διὸ ἐπιφέρει ὑποτιμώμενος, καλὸν μέν ἐστιν ἑστῶτα δημηγορεῖν, ὡς δηλονότι καθήμενος.

79. ἑσταότος μὲν καλῶς ἔχει τοῦ ἑστῶτος καὶ δημηγοροῦντος ἀκούειν καὶ μὴ ὑποκρούειν μηδὲ ἐμποδίζειν· τοῦτο γὰρ δηλοῖ τὸ ὑββάλλειν· χαλεπὸν γὰρ καὶ τῷ πάνυ δεινῷ ἐν ταραχῇ εἰπεῖν. τοῦτο ἀγνοήσας Ἀρίσταρχος, καὶ οἰηθεὶς παραίτησίν τινα ἐκ τοῦ Ἀγαμέμνονος γίνεσθαι, παρενέθηκε τὸν “αὐτόθι ἐξ ἕδρης.” πρῶτον μὲν οὖν τί ἂν καθέζοιτο τὸν ἀγκῶνα τετρωμένος; ἔπειτα οὕτως ἔρρωται ὥστε ὀλίγον ὕστερον (252) κάπρον ἀποσφάττειν. οὕτως ὁ Κοτιαεύς.

*ἀκούειν οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ ἀκουέμεν.

80. ὅτι τὸ ὑββάλλειν ἐστὶν ὑποβάλλειν· χαλεπόν ἐστιν ἑτέρῳ ὑποβάλλειν τὸν λόγον, ὃν αὐτός τις εἰπεῖν βούλεται, κἂν ὅτι μάλιστα ἐπιτιμῶν τις ἦν. τὸ δὲ ὑββάλλειν ψιλωτέον· ἔστι γὰρ Αἰολικὸν, ὥς φησιν Ἡρωδιανὸς ἐν τῷ κʼ τῆς καθόλου.

*Ἀρίσταρχος ἐπισταμένῳ περ ἐόντι.

81. πῶς κέν τις ἀκούσαι ὁ Ἀρίσταρχος ἐλλείπειν φησὶ τὸ οὕτως χρώμενος· τὸ γὰρ λεγόμενον τοιοῦτον εἶναι, ἐν δὲ πολλῶν ἀνδρῶν ὁμίλῳ πῶς ἄν τις οὕτως χρώμενος ἢ εἴποι ἢ πῶς οἱ ἀκούοντες ἀκούσειαν οὕτως Δίδυμος. τὸ ἀκούσαι παροξυτονητέον· ἔστι γὰρ εὐκτικόν.

83. ἐνδείξομαι οἷον τὴν ἀπότασιν τῶν λόγων πρὸς Ἀχιλλέα ποιήσομαι φανερῶς, ἢ ἀπολογήσομαι. ἐζήτητο δὲ δι᾿ ἣν αἰτίαν οὐ [*](16. ὑββάλλειν] ὑβάλλειν hic et infra. 25. Αἰολικὸν Vill.] αἰολικὴ) [*](34. ἐζἠτητο—] Scholion hoc versui 40 adscripsit Bekkerus.)

185
χρῆται κήρυκι Ἀχιλλεὺς πρὸς τὸ συγκαλέσαι τοὺς ὄχλους. ῥητέον οὖν ὅτι ἔθος ἐστὶν ἀρχαῖον αὐτῷ. οὕτως γοῦν καὶ ἐν τῇ A ῥαψῳδίᾳ αὐτὸς Ἀχιλλεὺς συγκαλεῖ, ἄλλως τε διὰ τὴν χαρὰν μετὰ σπουδῆς συνδεδραμήκασιν, οὐδὲ τοὺς κήρυκας ἀναμείναντες.

84. *σύνθεσθʼ κρίνατε, δοκιμάσατε.

85. σημειοῦνταί τινες ὡς ἂν λεγόντων τινῶν ὅτι ἠδίκησεν ἀφελόμενος τὴν Βρισηΐδα.

86. * παῤ Ἀριστοφάνει καὶ τῇ Χίᾳ νεικείουσιν.