Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

604. *τερπόμενοι ὅτι πρὸς τὸ σημαινόμενον ἀπήντηκεν, ὅμιλος τερπόμενοι.

612. ἑανοῦ παρὰ τὸ τρυφερὸν τῆς ὕλης.

615. καλῶς τὸ μὴ λαλεῖν τὸν Ἥφαιστον ἐπαινοῦντα καθὼς ἐσκεύασεν, μαρτυρόμενον ὡς ἀπέδωκε τὴν χάριν, τό τε τὴν λαβοῦσαν ἡσυχάζειν· σπεύδει γὰρ πρὸς τὸν υἱόν.

616. *γράφεται τεύχεα καλὰ φέρουσα παῤ Ἡφαίστοιο ἄνακτος.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα μετὰ ὑπομνηματίου καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.

4. εὗρε δὲ Πατρόκλῳ περικείμενον τινὲς ἀνέστρεψαν τὴν περί, ἵνʼ ᾖ περὶ Πατρόκλῳ κείμενον, ἐπεὶ καὶ ἐν ἑτέροις (284) ἔφη “ ἀμφʼ αὐτῷ χυμένη,” τῇ δοτικῇ συντάξας τὴν πρόθεσιν οὐ τῇ μετοχῇ. ἡμῖν δὲ δοκεῖ, ὥσπερ ἔτι καὶ τοῖς πλείοσι καὶ τῷ Ἀσκαλωνίτῃ, ἓν εἶναι τὸ περικείμενον· ἔμφασις γὰρ μείζων νοεῖται.

5. κλαίοντα πάντας τοὺς ἥρωας ἁπλότητος χάριν εὐχερῶς ἐπὶ τὰ δάκρυα ἄγει, Ἀγαμέμνονα, Πάτροκλον, Ὀδυσσέα,, ἐφʼ οὗ καὶ τὴν παραβολὴν τῆς χήρας ἔλαβεν· “αἰεὶ δʼ ἀριδάκρυες ἀνέρες ἐσθλοί.” λιγέως δὲ ὀξέως ἢ ἡδέως· “μετὰ γάρ τε καὶ ἄλγεσι τέρπεται ἀνήρ” (Od. 15, 399).

6. μύρονθʼ ἐθρήνουν, ἢ ἐχέοντο· ὅθεν καὶ μύρον τὸ πρῶτον ἐκχυθὲν δάκρυον ὑπὸ Μύρρης τῆς μιγείσης τῷ πατρί.

8. ὅτι ἐάσομεν ἀντὶ τοῦ ἐάσωμεν.

[*](13. Seclusi verba μετὰ ὑπομνη- 21. ἔτι Vill.] ἐστι ματίου, quod non leguntur in reli- 25. *ἀνέρες] ἄνδρες quarum rhapsodiarum subscrip- 29. ὑπὸ Μύρρης Bekkerus] ἀπὸ tionibus, praeeunte Lehrsio Arist. μύρης 30. ὅτι ἐάσομεν] ἐάσομεν ὅτι)
182

10. *σημειοῦνταί τινες ὅτι Δωρικὸν τὸ τύνη.

πάρα ἀναστρεπτέον τὴν πρόθεσιν· ἔστι γὰρ παῤ Ἡφαίστου. τὸ δὲ τύνη ἀεὶ ἐπὶ ἀρσενικοῦ λαμβάνει ὁ ποιητής.

14. ἕλε τρόμος ὅτι Ζηνόδοτος γράφει ἕλεν φόβος. καθʼ Ὅμη- ρον δέ ἐστι φόβος ἡ φυγή.

15. ἔτρεσαν ὅτι ἐλέγχεται Ζηνόδοτος γράφων ἕλεν φόβος· τὸ γὰρ τρέσαι ἀπὸ τοῦ τρόμου.

17. ἐξεφάανθεν οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἐξεφαάνθη.

26. εὐλὰς ἐγγείνωνται εὐλάς ὡς αὐλάς· εὐλή γὰρ ὡς αὐλή· τὰ γὰρ εἰς λη λήγοντα θηλυκὰ μονογενῆ, διφθόγγῳ παραληγόμενα, ὀξύνεσθαι θέλει, εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως· “οὐλὴν μὲν πρῶτον” (Od. 24, 331), αὐλή ἀπειλή ὠτειλή. οὕτως καὶ εὐλή. τὸ μέντοι “ἑτέρῃ δʼ ἔχεν οὔλας” (Od. 3, 441), λέγω δὲ ἐπὶ τῶν κριθῶν, ἴσως βεβαρυτόνηται μονογενὲς ὂν πρὸς μονογενὲς ὀξυνόμενον τὸ οὐλή. προσέθηκα δὲ εἰ μὴ ἔχοι ἔννοιαν συνθέσεως διὰ τὸ δείλη βαρυνόμενον· ἐτυμολογεῖται γὰρ παρὰ τὸ ἐνδεῖν τῇ ἕλῃ, δεέλη. ἡ διπλῆ δὲ, ὅτι ἐν τοῖς Ζηνοδότου ἐγγείνωνται διὰ τοῦ ι γέγραπται· δεῖ δὲ σὺν τῷ ε· ἔστι γὰρ ἐγγεννήσωσιν· “οὐκ ἐλεαίρεις ἄνδρας, ἐπὴν δὴ γείνεαι αὐτός” (Od. 20, 202), ὅ ἐστι γεννήσῃς.

27. *τοῦτο διὰ μέσου· τὸ γὰρ ἑξῆς ἀεικίσσωσι δὲ νεκρὸν, κατὰ δὲ χρόα.

τὸ ἐκ δʼ αἰὼν πέφαται οὐ παρέργως κεῖται, ἀλλʼ ὅτι τῆς ψυχῆς ἀπολιπούσης τὸ σῶμα εὐχερῶς αἱ μυῖαι λυμαίνονται τοῖς νεκροῖς σώμασι.

*οὕτως Ἀρίσταρχος διὰ τοῦ η, σαπήῃ.

30. * ἀλαλκεῖν παρὰ Ἀριστοφάνει ἀλαλκέμεν.

34. ὅτι πάντες ἥρωες ἐλέγοντο, οὐχ οἱ βασιλεῖς, ὡς Ἴστρος. βραχὺ δὲ διασταλτέον Ἀχαιούς καὶ λαῶν πρὸς τὸ σαφέστερον.

40. θαλάσσης ἐν ἄλλῳ ποδάρκης δῖος Ἀχιλλεύς.

41. *ἥρωας παῤ Ἀριστοφάνει καὶ Ῥιανῷ ἐρίηρας.

42. καί ῥʼ οἵπερ ἕως τοῦ δοτῆρες (44) τοὺς γ΄ τούτους στίχους τοῖς ἑξῆς συνάπτεσθαι βέλτιον, καὶ ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκοντας ὑποστίζειν, μένεσκον νηῶν δοτῆρες. ὁ δὲ λόγος· καὶ [*](16. ἔλῃ, δεέλη Lehrsius] ἔλῃ δε- 22. οὐ Cobetus] οὕτως ) [*](26. Ἀριστοφάνει] ἀριστοφάνους) [*](19. γεννήσῃς Bekkerus] γεννήσεις)

183
ὅσοι πρότερον ἐν τῷ ναυστάθμῳ ἔμενον, καὶ τότε οὗτοι παρῆσαν εἰς τὴν ἐκκλησίαν.

*ὅτι νεῶν ἀγῶνα τὸ ἄθροισμα τοῦ ναυστάθμου.

45. ὅτι τῆς ὑπὸ Ἴλιον στρατιᾶς ἡγεῖτο ὁ Ἀχιλλεὺς καὶ πρὸ τοῦ μηνῖσαι· διὸ νῦν πάλιν ἀποκαθίσταται ἡ ἡγεμονία.