Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

197. *κλυτὰ κατʼ ἔνια καλὰ τεύχεʼ ἔχονται.

198. αὕτως παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει διὰ τοῦ ο αὐτός, ἵν᾿ ᾖ αὐτὸς χωρὶς ὅπλων· καὶ λόγον ἔχει χαρίεντα, καὶ οὐκ ἄλογός ἐστιν ἡ γραφή.

204. αἰγίδα θυσανόεσσαν ἐπεὶ ἄνοπλος ἐξιὼν ἔμελλεν ἐκπλήξειν τοὺς Τρῶας, εἰκότως κέχρηται τῇ ἔξωθεν φαντασίᾳ.

206. ἐκ δʼ αὐτοῦ δαῖε φλόγα πῶς δὲ, φασὶν, οὐκ ἐκαίετο; καὶ γὰρ οἱ θεοὶ αὐτοὶ τρωτοί. ῥητέον δὲ ὅτι φαντασία ἦν.

207. ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέῤ ἵκηται οἱ περὶ Διονύσιον τὸν Θρᾷκά φασιν Ἀρίσταρχον πρώτῃ ταύτῃ χρώμενον τῇ γραφῇ μεταθέσθαι, καὶ γράψαι ὡς δʼ ὅτε πῦρ ἐπὶ πόντον ἀριπρεπὲς αἰθέῤ ἵκηται. ἐμφατικῶς τὸ ἐν πολέμῳ πῦρ ἐπιτεθὲν τῷ Ἀχιλλεῖ παρέβαλε τῷ ἐν πολεμουμένῃ ἁπτομένῳ.

ἔθος ἦν τοῖς ἀρχαίοις τοὺς πολεμουμένους τῇ μὲν ἡμέρᾳ καπνὸν ἀπὸ τῶν τειχῶν διεγείρειν, τῇ δὲ νυκτὶ φλόγα, τὴν ἀπὸ τῶν περιοίκων βοήθειαν καὶ συμμαχίας ἐπικαλουμένους· οὐδέπω γὰρ ἦν εὑρεθεῖσα ἡ σάλπιγξ.

208. τηλόθεν ἐκ νήσου οὐκ ἔστι ψιλὸν τὸ τῆς νήσου, ἀλλʼ ἔχει ἐπίτασιν περὶ τὴν σπουδὴν τῶν πυρείων, ἵνα γνωριμώτερον φαίνηται.

209. *στυγερῷ Ἄρηϊ ἀντὶ τοῦ ὑπὸ στυγεροῦ Ἄρηος.

210. *ἄστεος ἐκ σφετέρου Ζηνόδοτος ἄστυ ποτὶ σφέτερον.

211. ἐπήτριμοι ὁ Ἀσκαλωνίτης ὀξύνει ὡς πολεμικοὶ, οὐκ εὖ· τὰ [*](3. τὰ Πατρόκλου] Intellige ὅπλα, 10. ἰσωθῇ Vill.] σωθῇ nisi hoc excidit. 18. φασὶν Vill.] φησὶν) [*](4. αὐτοῦ] αὐτοῦ Wachsmuth. de 25. μὲν addidit Bekkerus. Cratete p. 45.) [*](32. ποτὶ] ποτὲ)

158
γὰρ διὰ τοῦ ιμος ὑπὲρ δύο συλλαβὰς τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, νόμιμος σπόριμος. οὕτως καὶ ἐπήτριμος.

213. * Ἄρεως Ἀρίσταρχος Ἄρεω.

215, 216. οὐδʼ ἐς Ἀχαιοὺς μίσγετο οὔτε φαίνεται τῇ μητρὶ ἀπειθῶν, διὰ τὸ μὴ κεχωρηκέναι εἰς μέσην τὴν παράταξιν, οὔτε τῆς Ἥρας ἀνηκουστῶν, διὰ τὸ μὴ πεφηνέναι ἐν τῷ πολέμῳ. ἄλλως δὲ οἰκονομία ἐστὶ τοῦ ποιητοῦ τὸ τοιοῦτο, ἵνα μὴ δόξῃ ἄπιστα λέγειν εἰσαγαγὼν τὸν Ἀχιλλέα χωρὶς ὅπλων εἰς τὴν μάχην.

217. ἀπάτερθε δὲ Παλλὰς Ἀθήνη ἀπίθανον γὰρ ἐκεῖνο τὸ διὰ μόνης τῆς Ἀχιλλέως φωνῆς τρέψαι τοὺς Τρῶας.

219. σάλπιγξ ὅτι αὐτὸς οἶδε σάλπιγγας, χρωμένους δὲ τοὺς ἥρωας οὐκ εἰσάγει.

ἀπὸ τῶν ἰδίων χρόνων ὁ ποιητὴς ὠνόμακε τὴν σάλπιγγα, ἐπεὶ οὐδέπω ηὕρητο παρὰ τοῖς παλαιοῖς. κόχλῳ δὲ θαλασσίῳ ἐσάλπιζον.

220. *τὸ ἑξῆς, ὑπὸ θυμοραϊστέων δηΐων ἄστυ περιπλομένων.

222. *χάλκεον ἀντὶ τοῦ χαλκέην.

ὅτι ἀμέτρως ὁ Ζηνόδοτος ὄπα χαλκέην, οὐ συνεὶς ὅτι παραπλήσιόν ἐστι τὸ σχῆμα τῷ “κλυτὸς Ἱπποδάμεια” (Il. 2, 742) καὶ “θερμὸς ἀϋτμή” (Hymn. in Mercur. 110). χάλκεον δὲ τὴν λαμπρὰν ἅμα καὶ στερεάν.

224. *ἂψ ὄχεα τρόπεον εἰς τοὐπίσω τὰ ἄρματα ἔτρεπον.

230. ἀπίθανόν φασι καὶ ἄμετρον τὸ τῆς ὑπερβολῆς. ῥητέον δὲ ὡς οὐκ ἔστιν· ὁ γὰρ τῆς αἰγίδος φόβος, ἣν ἐπέσεισεν ἡ Ἀθηνᾶ, καὶ τὸ καιόμενον πῦρ ἔκπληξιν τοσαύτην παρέσχεν ὥστε αὐτοὺς ὑφʼ ἑαυτῶν ὑπὸ ταραχῆς ἀπολέσθαι.

ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ἐνθάδε κοῦροι ὄλοντο δυώδεκα πάντες ἄριστοι οἷσιν ἐν βελέεσσιν. εἰσὶ δὲ οὔτε τῇ συνθέσει Ὁμηρικοὶ, οὔτε τὸ οἷσιν βελέεσσιν ὑγιῶς εἴρηται τοῖς ἑαυτῶν· ἔδει γὰρ τοῖς ἀλλήλων.

231. *ἐν ἄλλῳ ξιφέεσσι.

236. *φέρτρῳ ὅτι ἅπαξ τὸ φέρτρον· ἔστι δὲ φορεῖον.

239. *ἠέλιον δʼ ἀκάμαντα ἐν ἄλλῳ ἠέλιον μὲν ἔπειτα.

ζητεῖται διὰ τί ἄκοντά φησι τὸν ἥλιον δῦναι. Κράτης μὲν τὸν αὐτὸν Ἀπόλλωνα εἶναι καὶ ἥλιον· ἐπιτυγχανόντων οὖν τῶν Τρώων [*](17. ὅτι addidit Cobetus. δεινὸς ἀήτη Il. 15, 626. 19. θερμὸς ἀϋτμή] Addere poterat 30. ξιφέεσσι] ξίφεσσι)

159
χρονίζειν ἡδόμενόν τε καὶ μηκύνοντα αὐτοῖς τὸ ἐπίτευγμα· Ἥραν δὲ τὰ ἐναντία βουλομένην ἀναγκάζειν αὐτὸν δύνειν. Ἀγαθοκλῆς δέ φησι συνάγεσθαι ὅτι καθʼ Ὅμηρον ἐναντίως τῷ οὐρανῷ φέρεται ὁ ἥλιος, τῇ δὲ δίνῃ αὐτοῦ συνέλκεται. Ἥραν γὰρ εἶναι τὴν τοῦ παντὸς φύσιν ἐκ τοῦ “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω ὑψόθεν” ( Il. 15, 18), ἕλκεσθαι δὲ ἄκοντα τὸν ἥλιον ὑπὸ τῆς δίνης ὑπὸ τὰς δυσμάς.