Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

136. νεῦμαι ἀντὶ τοῦ νεύσομαι.

ὅτι τὸ νεῦμαί ἐστιν ἐπὶ τοῦ ἐνεστῶτος, ἀντὶ τοῦ νέομαι· βούλεται δὲ εἰπεῖν ἐλεύσομαι. καὶ ὅτι ἐν μιᾷ νυκτὶ κατεσκεύασται τὰ ὅπλα.

138. *ἑοῖο ἐν ἄλλῳ υἷος ἑῆος.

140. ὅτι τὸν Ἑλλήσποντον στενὸν ὄντα εὐρέα ἐκάλεσεν.

142. ἀγορεύσατʼ παρὰ Ζηνοδότῳ ἀγορεῦσαι, καὶ ὑποφαίνει τὸ Ὁμηρικὸν ἔθος.

143. αἴ κʼ ἐθέλῃσι πρὸς μὲν τὸν υἱὸν ὡς διοριζομένη φησὶν οἴσειν [*](4. ὅτι—γνῶσιν (γνώσῃ A)] Eadem 28. ἑοῖο—ἑῆος] Eadem scripturae verba in marg. inter. diversitas in aliis locis, de quo) [*](10. φασὶν Vill.] φησὶν dixit La Roche Textkr. p. 233.) [*](13. προέληται Bekkerus] περιεί- 30. παρὰ—ἔθος] Plane eadem in ληπται marg. inter.)

155
πάντως τὰ ὅπλα· οὐκέτι δὲ ἦν πρέπον ὁμοίως πρὸς τοὺς ὁμοτίμους διαλέγεσθαι.

148. πόδες φέρον πρὸς Ζηνόδοτον μεταγράφοντα (Il. 6, 511) “ῥίμφʼ ἑὰ γοῦνα φέρει.” καὶ ὅτι λέγει πόδες αὐτὴν ἔφερον, οὐκ αὐτὴ τοὺς πόδας.

151. *οὐδέ κε ἐν ἄλλῳ οὐδʼ ἄρα.

155. τρὶς μέν μιν μετόπισθε ὅτι Ζηνόδοτος γράφει οὕτως “Ἕκτωρ τε Πριάμοιο πάϊς συῒ ἴκελος ἀλκὴν, ὅς μιν τρὶς μετόπισθε ποδῶν λάβε καὶ μέγʼ ἀΰτει, ἑλκέμεναι μεμαὼς, κεφαλὴν δέ ἑ θυμὸς ἀνώγει πῆξαι ἀνὰ σκολόπεσσι ταμόνθʼ ἁπαλῆς ἀπὸ δειρῆς,” κακῶς. οὐ γὰρ ὑπὸ τοῦτον τὸν καιρὸν ὁ Ἕκτωρ ἑλκύσαι τὸν Πάτροκλον ἐβούλετο, ἵνα αἰκίσηται, ἀλλʼ ἔμπροσθεν (Il. 17, 125). ὅτε δὲ Γλαῦκος ὠνείδισε τῷ προλελοιπότι τὸ σῶμα τοῦ Σαρπηδόνος τοῖς Ἀχαιοῖς, τότε ἑλκύσαι φιλοτιμεῖται τὸν Πάτροκλον εἰς ἀντικατάλλαξιν τοῦ Σαρπηδόνος, οὐκ εἰς αἰκίαν. ὅταν μὲν οὖν ὕστερον ἡ Ἶρις εἴπῃ τῷ Ἀχιλλεῖ ὅτι βούλεται ὁ Ἕκτωρ τὸν Πάτροκλον αἰκίσασθαι, νοητέον μὴ τἀληθὲς ὑποφαίνειν, ἀλλὰ παρορμῆσαι αὐτὸν εἰς τὴν κατὰ τῶν βαρβάρων ὀργήν.

159. *κατὰ μόθον κατὰ τὴν μάχην, ἀπὸ τοῦ ὁμοῦ θεῖν.

160. στάσκε μέγα άχων ὅτι Ζηνόδοτος γράφει μέγα ἀχέων. πρὸς τί δὲ λυπούμενος ἑστήκει, ἀλλʼ οὐκ ἰάχων καὶ ἐπεγκελευόμενος τοῖς Τρωσὶν ἀφαιρεῖσθαι τὸν νεκρόν;

162. δίεσθαι ὡς τίθεσθαι· ἐπὶ τρίτην ἀπὸ τέλους ἡ ὀξεῖα· ἔστι γάρ τι δίημι ῥῆμα, παῤ οὗ καὶ τὸ δίεσαν πληθυντικὸν ὡς ἐτίθεσαν· “αὕτως ἐνδίεσαν ταχέας κύνας ὀτρύνοντες” (584). παραιτητέον γὰρ τοὺς οἰομένους πλεονασμὸν εἶναι τοῦ δ καὶ δασύνοντας· διδάσκει γὰρ ἡμᾶς ὁ ποιητὴς καὶ διʼ ἄλλης κλίσεως τὸ ἀκόλουθον κίνημα· ὡς γὰρ τίθενται, οὕτως δίενται· “ἵπποι ἀερσίποδες πολέος πεδίοιο δίενται” (Il. 23, 475). ὥσπερ οὖν παρὰ τὸ τίθενται ἔστιν ἀπαρέμφατον τίθεσθαι, οὕτως καὶ παρὰ τὸ δίενται τὸ δίεσθαι. ἐπίσταται δὲ καὶ ὑποτακτικὸν αὐτοῦ. “τόν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται” (Il. 17, 110).

168.*ἄλλων τε θεῶν τῶν τοῖς Τρωσὶ συμμαχούντων.

[*](8. πάϊς addidi. kerus.)[*](10. σκολόπεσσι] σκόλοπας οἱ 15. αἰκίαν Vill.] οἰκείαν)[*](11. τὸν ante καιρόν addidit Bek- 17. τἀληθὲς] αὐτὴν addit Friedl.)
156

171. * Ἀρίσταρχος κατὰ γενικὴν Πατρόκλου.

ἡ Ἀριστάρχου κατὰ γενικὴν Πατρόκλου ἐπάμυνον. ἐλλείπει δὲ ἡ περί, περὶ Πατρόκλου. ὅμοιον δέ ἐστι τὸ “ὁ δʼ οὐδʼ οὗ παιδὸς ἀμύνει” (Il. 16, 522)· κἀκεῖ γὰρ κατὰ γενικὴν γράφει.

174. *οἱ δὲ ἐρύσσασθαι πρὸς παροξυσμὸν τοῦ Ἀχιλλέως· οὐ γὰρ ἄλλον τὸν σπουδάζοντα ἢ τὸν ἀνελόντα.

ὅτι Ζηνόδοτος γράφει Ἴλιον αἰπὺ θέλοντες. καὶ τοὺς ἑξῆς ἀπὸ τοῦ “ἑλκέμεναι μέμονεν” ἕως τοῦ “πῆξαι ἀνὰ σκολόπεσσι” ἄνω μετατέθεικεν. ὁ μὲν οὖν Ἕκτωρ οὐκέτι ταύτην ἔχει τὴν ὁρμὴν, ὡς προείρηται· ἡ δὲ Ἶρις ὡς πρὸς τὸ διεγεῖραι τὸν Ἀχιλλέα ταῦτα κελεύει. καὶ οὐδέποτε κατὰ τὸ οὐδέτερον λέγει Ἴλιον.

176. *ἀνώγει ἐν ἄλλῳ ἄνωγεν.

180. *ταῦτα ἀπʼ ἄλλης ἀρχῆς.

182. τίς γάρ σε ἡ ἑτέρα τῶν Ἀριστάρχου διὰ τοῦ τ, τίς τάρ σε. μήποτε δὲ ἀμείνων ἡ προτέρα, παρόσον σύνηθες Ὁμήρῳ ἀπὸ τοῦ γάρ ἄρχεσθαι.

μέμνηται τῶν τῆς μητρὸς ἐντολῶν· οὐ γὰρ ἐπέτρεπεν αὐτῷ ἡ μήτηρ ἐξελθεῖν. πυνθάνεται οὖν τῆς θεοῦ, ἵνα ἀξιόχρεων ἔχῃ πρὸς τὴν μητέρα τὸν προτρεψάμενον λέγειν καὶ μὴ τῇ ἰδίᾳ γνώμῃ ἐξεληλυθὼς φαίνηται.

186. *ὅτι ὡς ὄρος τὸν Ὄλυμπον ἀγάννιφον λέγει.

191. παροισέμεν Ἀρίσταρχος ἀναστρέφει τὴν πρόθεσιν πρὸς τὸ μὴ ἀμφιβάλλεσθαι τὸν λόγον, καίτοι τῶν συναλειφομένων μὴ ἀναστρεφομένων, ὡς καὶ Ἀπολλώνιός φησιν. ἐπείσθη δὲ ἡ παράδοσις Ἀριστάρχῳ. ἡ διπλῆ δὲ ὅτι κατὰ διαίρεσιν ἀντὶ τοῦ διωρίζετο· ἀναφέρεται δὲ πρὸς τὸ “στεῦτο δὲ διψάων” ἐν τῇ Ὀδυσσείᾳ (11, 583).

χαῖρις τῷ τὰς συναλειφθείσας προθέσεις μὴ ἀναστρέφεσθαι, καὶ ἐνθάδε οὐκ ἀναστρέφει, ἵνα μὴ διάφορον σημαινόμενον νοηθῇ· διαφέρει [*](25. διαίρεσιν ἀντὶ τοῦ δ.] διάνοιαν 28. χαῖρις] Sic A, non χαίρει ut δ. Cobetus. Probabilius H. Schra- Vill. derus in dissertatione de notis 29. οὐκ, nisi delendum sit, in criticis (Bonnac 1863) p. 42 ἡ δʼ αὖ mutat Schraderus. διπλῆ δὲ ὅτι κατὰ διάνοιαν ἀντὶ τοῦ ἀναστρέφει] ἀναστρεφ A. ὑπέσχετο διωρίζετο, collato scholio Post κοὶ ἐνθάδε οὐκ repetit verba 2, 597 ὅτι τὸ στεῦτο κατὰ διάνοιαν ἀναστρέφεσθαι καὶ ἐνθάδε οὐκ ὡρίζετο οὐκ ἐπὶ τῆς τῶν ποδῶν στάσεως.)

157
γὰρ τὸ παρενεγκεῖν Ἡφαίστου ὅπλα. ὅτι δὲ καὶ ἐν ἄλλοις ἀναγνώσμασιν ὁ ἀνὴρ τοιοῦτος, προείπομεν ἤδη.

192. ἄλλου δʼ οὔ τευ οἶδα ζητεῖται διὰ τί τὰ Πατρόκλου οὐ λαμβάνει, εἰ καὶ τὰ αὐτοῦ ἐκείνῳ ἥρμοσεν· τινὲς ἡνίοχον λέγοντες εἶναι τὸν Πάτροκλον, φασὶ μὴ ἔχειν αὐτὸν ὅπλα. ῥητέον δὲ ὅτι εἶχε καὶ ἐμάχετο· Ἀχιλλεύς φησιν “ἤ οἱ τότε χεῖρες ἄαπτοι μαίνοντο” (Il. 16, 244). τινὲς δὲ ὅτι τὰ μείζονα τῷ ἐλάττονι ἁρμόζει μαλαγμάτων προστιθεμένων, τὰ δὲ ἐλάττονα τῷ μείζονι οὐκέτι. ῥητέον δὲ ὅτι δύναταί τις καὶ ἐλάττοσι πρὸς καιρὸν χρῆσθαι. Κράτης, ὅτι τὰ Πατρόκλου Αὐτομέδων εἶχεν, ὅπως ἰσωθῇ τὸ εἶδος καὶ δόξωσιν εἶναι ὁ μὲν Ἀχιλλεὺς, ὁ δὲ Πάτροκλος.