Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

243. *ἀπὸ κρατερῆς ὑσμίνης ἐν ἄλλῳ ἐπὶ θρωσμῷ πεδίοιο.

244. ἔλυσαν ὑφʼ ἅρμασιν ἀντὶ τοῦ ὑπέλυσαν τῶν ἁρμάτων. πῶς οὖν οὐκ ἀναστρέφεται; ὅτι συνήλειπται.

245. *πάρος πρὸ τῆς ἐπιμελείας τοῦ σώματος. ὅρα οὖν τὴν ἔπειξιν.

246. καταγελῶσι τοῦ ὀρθῶν ἑσταότων. ῥητέον δὲ ὅτι ἐπεὶ ὀρθοῦταί τις καὶ καθήμενος, οἷον “ἕζετο δʼ ὀρθωθείς” (Il. 23, 235).

247. τρόμος Ζηνόδοτος φόβος, κακῶς, ἀγνοῶν ὅτι φόβος ἐστὶ καθʼ Ὅμηρον ἡ μετὰ δέους φυγή. διὸ ἡ διπλῆ.

248. ἤτοι συναπτέον ἕως ἀλεγεινῆς, ἵνα αἰτία τούτου τοῦ σχήματος κέηται· πάντες γὰρ εὐλαβοῦντο, ὅτι Ἀχιλλεὺς ἐφάνη πολὺν κεχωρισμένος τῆς μάχης χρόνον· ἢ ἐπὶ τὸ ἐξεφάνη στικτέον, ἵνα τὸ ἑξῆς ὡς ἐπὶ τοῦ ποιητοῦ ἐπιφωνούμενον λέγηται.

250. ὁρᾷ πρόσσω καὶ ὀπίσσω τέλειον ἐγκώμιον τοῦ φρονίμου. τὰ δὲ ἐναντία ἐπὶ τοῦ ἄφρονος· “οὐδέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω” (Il. 1, 343).

251. ἰῇ δʼ ἐν νυκτὶ γένοντο πῶς ἐν μιᾷ νυκτὶ γενόμενοι τοσοῦτον ἀλλήλων διαφέρουσι, τῆς συμπαθείας τῶν οὐρανίων ὁμοίως πρὸς ἀμφοτέρους ἐχούσης; ἔστιν οὖν διαφορὰ τοῖς γεννωμένοις οὐκ ἐν νυκτὶ μόνον, ἀλλὰ καὶ κατὰ τὴν τῆς ὥρας ἀκρίβειαν. Ἡράκλειτος ἐντεῦθεν ἀστρολόγον φησὶ τὸν Ὅμηρον, καὶ ἐν οἷς φησὶ “μοῖραν δʼ οὔ τινά φημι πεφυγμένον ἔμμεναι ἀνδρῶν, οὐ κακὸν οὐδὲ μὲν ἐσθλὸν, ἐπὴν τὰ πρῶτα γένηται” (Il. 6, 488).

ἔγκειταί τι θαυμαστὸν τῷ λόγῳ. συνήλικες ὄντες καὶ ὁμοῦ γενόμενοι οὐ τὰ αὐτὰ ἐπιτηδεύουσιν, ἀλλʼ ὁ μὲν συνετὸς, ὁ δὲ πολεμικός. οὐδὲν ἄρα χρήσιμος ὁ χρόνος τοῖς ἀφυέσι πρὸς τὰ χρήσιμα.

[*](1. ἡδόμενον— ἀναγκάζειν αὐτὸν] 9. συνήλειπται Bekkerus] συνεί- Haec bis scripta in A, loco priore ληπται αὐτὸν ante ἀναγκάζειν collocato. 16. ἴνα] ἴνα τὸ ὅλον ὡς Friedl.)[*](τε] δὲ 27. καὶ addidit Friedl.)
160

253. ὅς σφιν τοῦτο σημειωτέον πρὸς τὸ “ὁ δὲ φῆ κώδειαν ἀνασχὼν, πέφραδέ τε Τρώεσσι, καὶ εὐχόμενος ἔπος ηὔδα” (Il. 14, 500).

254. φράζεσθε οὐδέποτε τὸ φράσαι ἐπὶ τοῦ εἰπεῖν ὁ. ποιητὴς τίθησιν, ἀλλʼ ἐπὶ τῆς διανοίας. ἔστιν οὖν περισκέψασθαι, τῇ διανοίᾳ μάλα περισσῶς βουλεύσασθαι.

256. *ὁ δέ ἀντὶ τοῦ γάρ.

257. *οὗτος ἀνήρ οἷον ὁ ἀρτίως κινήσας ἡμῖν τὸν θόρυβον.

258. ῥηΐτεροι πολεμίζειν τουτέστιν εὐκαταμαχητότεροι, ὥστε τὸ πολεμίζειν ἀντὶ τοῦ πολεμίζεσθαι.

262. *τοῦτο καθʼ ἑαυτό· μᾶλλον γὰρ ἐμφαίνει.

264. δατέονται διαιροῦνται τὸν πόλεμον, παρόσον ὁτὲ μὲν οὗτοι, ὁτὲ δὲ οἱ ἕτεροι νικῶσιν.

265. *μαχήσεται ἐν ἄλλῳ μαχέσσεται.

ἠδὲ γυναικῶν τοῦτο σημειωτέον πρὸς τὸ “ἀμυνέμεναι ὤρεσσιν” (Il. 5, 486) ὅτι κἀκεῖ γυναιξί λέγει, καθάπερ ἐνθάδε ῥητῶς ἐξηγούμενος ἐκεῖνο λέγει.

266. *ὧδε γὰρ ἔσται ἐμφαίνει ὅτι οὐ διὰ δειλίαν ταῦτα συμβουλεύει.

269. σὺν τεύχεσιν οὐδὲ τοῦτο ἀργόν· ὑποβάλλει γὰρ ὅτι καὶ νῦν διὰ τὸ ἄνοπλος εἶναι ἀπέσχετο τοῦ πολέμου.

*εὖ νύ τις κακόν τι πεισόμενος ὑπʼ αὐτοῦ δηλονότι.

271. πολλοὺς δὲ κύνες οὐ κατάρατα καὶ βλάσφημα ταῦτα, ἀλλὰ φόβου ἕνεκα λέγεται· ἐπάγει γὰρ τὸ ἦθος ἑαυτοῦ.

272. ἀπʼ οὔατος ἄπωθεν τοῦ ὠτὸς, οἷον μὴ ἀκούσαιμι· “αἰ γὰρ ἀπʼ οὔατος εἴη ἐμεῦ ἔπος” (Il. 22, 454).