Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

94. *τὸν δʼ αὖτε προσέειπε ἐν ἄλλῳ τὸν δʼ ἠμείβετ᾿ ἔπειτα.

98. αὐτίκα εθναίην ἡ μὲν ᾤετο διὰ τὸν λόγον ἀποτρέψειν αὐτὸν τῆς σπουδῆς· ὁ δὲ αὐτὸ τοῦτο πρῶτον μετʼ ἐπιτάσεως τάσσει διὰ τοῦ αὐτίκα, ὡς τῷ φίλῳ ἀκολουθήσων.

99. * στικτέον ἐπὶ τὸ ἀμῦναι.

100. τινὲς περιέσπασαν τὸ ἀρῆς, ἵνα σημαίνῃ τὸ βλάβης. οὕτως καὶ ὁ Ἀσκαλωνίτης καὶ ἡμεῖς. τὸ δὲ δῆσεν δισύλλαβον ἐκδεκτέον ποιητικὸν, καὶ τὸ ε τοῦ προκειμένου ἐστὶ συνδέσμου.

[*](5. αὐτὸν Lehrsius] αὐτῶν 31. σημαίνῃ τὸ Bekkerus] σημαί-)[*](12. In marg. exter. adscriptum νηται ὡς ὄφελες)
152

ἀρῆς ἀλκτῆρα βλάβης καὶ κακώσεως ἀποτρεπτικὸν, ὅ ἐστι κωλυτὴν καὶ βοηθόν. οἱ δὲ Ἄρεω ἀλκτῆρα ἀποτρεπτικὸν πολέμου. Παρμενίσκος μὲν οὖν βαρυτόνως τὸ ἔδησεν ἀποδίδωσιν οὕτως· ὁ δὲ πόλεμος τὴν ἐμὴν ἀφελόμενος πανοπλίαν ἔδησέ μου τὴν ἔξοδον, ὥστε ἀλκτῆρα μὴ γενέσθαι Πατρόκλου, ὅπερ ἐστὶ βοηθόν. Πτολεμαῖος δὲ ὁ Ἀσκαλωνίτης περισσὸν τὸ ἔδησέ φησιν.

διὰ τοῦ ω Ἄρεω ἡ Ἀριστάρχου· καὶ ἔστι τὸ λεγόμενον, ἐμοῦ δὲ ἐδέησε τὸ ἀλεξητῆρα γενέσθαι τοῦ Ἄρεω καθʼ ὃν ἀπώλετο. ἀπʼ εὐθείας τῆς ὁ Ἄρεως, ὡς ὁ Πείρεως· “Πείρεω υἱόν” (Il. 20, 484). ἐν δὲ τοῖς εἰκαιοτέροις ἀρῆς τῆς βλάβης, ἐπεὶ καὶ Ἡσίοδος. “ἀρῆς ἀλκτῆρα” ἔφη (Scut. 29 et 128).

101. φησὶ τὸ ἐξῆς· “νῦν δʼ ἐπεὶ οὐ νέομαί γε (114), νῦν δʼ εἶμ᾿ ὄφρα φίλης κεφαλῆς.” αἱ ὑποστιγμαὶ δὲ μέχρι τοῦ (106) “ἀμείνονές εἰσι καὶ ἄλλοι” ἀποτελοῦνται, τοῦ ἐπεί συνδέσμου τὸν λόγον ἀρτῶντος, ἵνʼ ᾖ ἀνταπόδοσις (107) “ὡς ἔρις ἐκ τε θεῶν.” ὁ δὲ λόγος ἠθικός· νῦν δʼ ἐπεὶ μήτε εἰς τὴν πατρίδα ὑποστρέψαι εἱμαρμένον ἐστὶ μήτε ἐξεδίκησα τοὺς ἀναιρεθέντας, τὸ φιλονεικεῖν ἔκ τε θεῶν καὶ ἀνθρώπων ἀπόλοιτο. ἢ τὸ ἑξῆς τοῦ λόγου, νῦν δʼ ἐπεὶ οὐ νέομαι, νῦν δʼ εἶμʼ ὄφρα φίλης κεφαλῆς. καὶ γὰρ ἐπανείληφε τὸ χρονικὸν ἐπίρρημα ὥσπερ εἰς ὑπόμνησιν τῆς ἀρχῆς ἣν παραλιπὼν παρεξέβη.

102. * οὐδέ τι Πατρόκλῳ γενόμην άος τοῦτο κατʼ ἰδίαν.

103. Ἕκτορι δίῳ ὅτι ἀντὶ τοῦ ὑφ᾿ Ἕκτορος δίου.

104. *ἐτώσιον ἄχθος ρούρης ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως. φιλότιμος δὲ περὶ τὰς πράξεις.

105. οἷος οὔτις ἀλαζών, φασὶ, καὶ φορτικός. ῥητέον δὲ ὅτι ἔθος ἦν πᾶσιν ἑαυτοὺς ἐπαινεῖν.

107. ὡς ἔρις Ἡράκλειτος τὴν τῶν ὄντων φύσιν κατʼ ἔριν συνεστάναι νομίζων μέμφεται Ὅμηρον, σύγχυσιν κόσμου δοκῶν αὐτὸν εὔχεσθαι. πρὸς ὃν ἄν τις εἴποι ὅτι οὐ λέγει νῦν τὴν ἐναντίωσιν ἔριν, ἀλλὰ τὴν ἔχθραν· ὅθεν ἐπιφέρει “καὶ χόλος·” οὐ γὰρ ἡ τῶν πραγμάτων ἐναντίωσις τοὺς φρονίμους ἐξίστησι τῶν λογισμῶν.

109. γλυκίων γλυκέως γὰρ διατίθεσθαι τοὺς ἐκπληροῦντας τὰ κατὰ θυμὸν συμβαίνει.

[*](4. ἀφελόμενος Bekkerus] ἐφαλ- 11. βλάβης καὶ κακώσεως ante ἔφη scriptum expunxit librarius. λόμενος)[*](7. In marg. inter. Ἀρίσταρχος 16. ἐστὶ] ἐστί μοι Friedl. διὰ τοῦ ω Ἄρεω.)
153

110. ἠΰτε καπνός θυμός ἐστι ζέσις τοῦ περὶ καρδίαν αἵματος διʼ ὄρεξιν ἀντιλυπήσεως. τοῦτον δὲ τὸν ὅρον πρῶτος Ὅμηρος παρέδωκε· καπνὸν γὰρ τὸ πῦρ φησὶν, ὡς τὸ “κάπνισσάν τε κατὰ κλισίας” (Il. 2, 399) καὶ “ὡς δʼ ὅτε καπνὸς ἰὼν ἐξ ἄστεος αἰθέῤ ἵκηται” (207)· ἄτοπον γὰρ λαμπούσῃ φλογὶ καπνὸν εἰκάζειν. ζέσις δὲ οὐκ ἂν χωρὶς πυρώσεως γένοιτο. ἡ δίνη δὲ παρέπεται τοῖς ὀργιζομένοις διὰ τὸ σπεύδειν ἀμύνασθαι τὸν ἀντίπαλον. τὸν δὲ καπνὸν παρείληφε πρὸς τὴν αὔξησιν.

113. δύο κατεχόντων παθῶν τὸν Ἀχιλλέα, θυμοῦ καὶ λύπης, μεῖζον τὸ κατὰ τὴν λύπην πάθος ἐπιγενόμενον ἐκράτησε τῆς ὀργῆς. πρῶτος δὲ Ὅμηρος τὸν θυμὸν ἀπὸ λογισμοῦ σβεννύμενον ἐδογμάτισεν.

ἐκ τούτων λέγουσι τὸν Πλάτωνα τριμερῆ τὴν ψυγὴν ἀποφήνασθαι· τὸ μὲν γάρ τι θυμικὸν αὐτῆς εἶναι, τὸ δὲ ἐπιθυμητικὸν, τὸ δὲ λογιστικόν.

117. *ὅτι οὐκ οἶδεν ἀθάνατον τὸν Ἡρακλέα.

οὐδὲ γὰρ οὐδὲ βίη Ἡρακλῆος τινές φασιν ὅτι Ὅμηρος οὐκ οἶδεν Ἡρακλέα ἀποθεωθέντα διὰ τὸ λέγειν ὅτι τέθνηκεν. ἢ οὐδὲν κωλύει γινώσκοντα ὅτι ἀπεθεώθη, λέγειν ὡς οὐκ ἔφυγε τὴν κῆρα· καὶ γὰρ οἱ ἀποθεοῦντες αὐτὸν ὁμολογοῦσι τεθνάναι καὶ καῆναι ἐν τῇ Οἴτῃ καὶ μανῆναι καὶ τοὺς υἱεῖς ἀνελεῖν καὶ οὕτως ἀπαθανατισθῆναι. σημειοῦν- ται δὲ τὰ ἔπη πρὸς τὴν ἀθέτησιν τὴν “αὐτὸς δὲ μετʼ ἀθανάτοισι θεοῖσι τέρπετο” (Od. 11, 602), ὅτι οὐκ οἷδεν αὐτὸν ἐκθεωθέντα.

ἄλλως. μεγαλοφρόνως φαίνεται παραδείγματα ἑαυτῷ συνειλοχὼς, οὐ τῶν καθʼ αὑτόν τινος, ἀλλὰ τῶν γενναιοτάτων. ταῦτα δὲ λέγει ἄλλως τὴν μητέρα παραμυθούμενος, τὸ καὶ τοὺς κρείττους τεθνηκέναι.

118. φίλτατος ἔσκε Διί πιθανῶς ὡς φιλότιμος ἀνὴρ οὐ τὰς πράξεις ἀντέθηκε τοῦ Ἡρακλέους (ἐφαίνετο γὰρ ἂν οὕτως κατὰ πολὺ ἐνδέων), τὴν δὲ οἰκειότητα μόνον τὴν πρὸς τὸν Δία ἐσήμανεν.

121. κείσομʼ ἐπεί κε θάνω ἀνόητόν ἐστι τὸ λέγειν· δῆλον γὰρ πᾶσιν ὅτι κείσεται ἀποθανών. ἀλλʼ ἀσαφέστερον ἐξενήνεκται, ὃ δὲ [*](10. μεῖζον] μείζων betus. ἐπιγενόμενον Bekkerus] ἐπιγινό- 29. οὕτως Vill.] οὗτος μενον) [*](23. ἐκθεωθέντα] ἀποθεωθέντα Co-) [*](30. ἐνδέων] ἐνδέον)

154
λέγει, τοιοῦτόν ἐστι· ζῶντα μὲν οὐ χρὴ ἀργὸν εἶναι οὐδὲ κεῖσθαι ὥσπερ νεκρὸν, ἀλλὰ τότε ὅταν ὁ θάνατος ἔλθῃ.

124. * ἀδινόν οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ ἀδινά.

125. γνοῖεν ὅτι ἀντὶ τοῦ ἵνα γνῶσιν. πῶς δὲ δηρόν φησι; δεκαπέντε γάρ εἰσιν ἡμέραι σὺν αἷς οἱ θεοὶ εἰς Αἰθιοπίαν διέτριψαν. ῥητέον δὲ ὅτι πρός τί ἐστι τὸ πολύ· καὶ γὰρ μία ἡμέρα Ἀχιλλεῖ πολὺ ἦν ἀφεστῶτι· φιλοπόλεμος γάρ ἐστι. λέγει οὖν ὅτι ἀθρόα αὐτοῖς ἀποδώσω, κἂν εἰ πολὺν χρόνον τοῦ πολεμεῖν ἀπέστην, ὡς καὶ ἡμεῖς ἐν τῷ βίῳ λέγομεν “ἡ μία μοι ἡμέρα αἰών ἐστιν.”

128. ναὶ δὴ πῶς, φασὶν, οὐκ ἀποτρέπει μᾶλλον τῆς μάχης, ἀλλὰ καὶ ἐπιρρώννυσιν; ἢ ὅτι εὐκλεῆ τὸν θάνατον αὐτῷ βούλεται γενέσθαι. τὸν οὖν μετʼ εὐκλείας συναινεῖ θάνατον· διόπερ τῆς μοίρας οὐ προεῖπεν αὐτῷ μὴ προέληται τὴν εἰς οἶκον ἀνακομιδήν. πῶς δὲ χάλκεα λέγει τὰ παῤ Ἡφαίστου ὅπλα ἀπὸ τῆς χείρονος ὕλης; ἔχει γὰρ καὶ κασσίτερον καὶ ἄργυρον καὶ χρυσόν· κοινότερον οὖν καὶ χαλκεῖς ἔλεγον καὶ τοὺς ταῦτα ἐργαζομένους· “ἦλθε δὲ χαλκεύς” (Od. 3, 432) Ὅμηρος τὸν χρυσοχόον λέγων. στικτέον δὲ ἤτοι ἐπὶ τὸ ἐτήτυμον, ἵνα λείπῃ τὸ ἐστίν, ὁ δὲ λόγος, ταῦτα ἀληθῶς ἐστίν. ἢ συναπτέον· ἔστι δὲ σχῆμα σολοικοφανὲς, ὅτι τῷ πληθυντικῷ τὰ ἑνικὰ ἐπενήνεκται, ἐτήτυμον κακόν. ἀλλὰ τὸ μὲν ἐτήτυμον δύναιτʼ ἂν ἀντὶ ἐπιρρήματος κεῖσθαι, τὰ δὲ ἄλλα παραπλήσια ἐκείνῳ δύναται εἶναι “δαιμονίη, τί νύ σε Πρίαμος Πριάμοιό τε παῖδες τόσσα κακὰ ῥέζουσι;” (Il. 4, 31).

130. * ὅτι ἔχοντ αι καὶ οὐκ ἔχεται.