Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

36. ἡμένη ἐν βένθεσσιν ἁλός ἄλλα ἐπεισόδια καινά· καὶ ἀπὸ τῆς γῆς καὶ ἐπὶ θάλατταν μεταφέρει τὸ πένθος.

39. ὁ τῶν Νηρεΐδων χορὸς προηθέτηται καὶ παρὰ Ζηνοδότῳ ὡς Ἡσιόδειον ἔχων χαρακτῆρα· Ὅμηρος γὰρ κατὰ τὸ κοινὸν Μούσας λέγει καὶ Εἰλειθυίας, ἀλλʼ οὐκ ὀνόματα. γελοῖόν τε ἐξ ὀνόματος προθέμενον εἰπεῖν πάσας, ὥσπερ ἀποκαμόντα εἰπεῖν “ἄλλαι δʼ αἱ κατὰ βένθος ἁλὸς Νηρηΐδες ἧσαν.” ὁ δὲ Καλλίστρατος οὐδὲ ἐν τῇ Ἀργολικῇ φησὶν αὐτοὺς φέρεσθαι. τό τε ἔνθα οὔτε χρόνον σημαίνει οὔτε τόπον, διακόπτεταί τε ἡ λύπη τῷ καταλόγῳ.

ἐνθάδε ἐβάρυνεν ὁ Ἀρίσταρχος τὸ Γλαύκη, εἰς ἀποφυγὴν τοῦ ἐπιθετικοῦ τοῦ “γλαυκὴ δέ σ᾿ ἔτικτε θάλασσα” (Il.16, 34). ἐπὶ δὲ τοῦ Νημερτής τε καὶ Ἀψευδής οὐκ ἐποιήσατο μεταβολὴν τόνου ἔφαμεν δὲ ἤδη περὶ τῶν τοιούτων.

40. Θόη θ᾿ Ἁλίη τε βοῶπις ἀπὸ τοῦ α τὴν ἀρχὴν τοῦ ὀνόματος δεῖ ποιεῖσθαι· οἰκεῖον γὰρ Νηρεΐδι παρὰ τὴν ἅλα παρῆχθαι.

*Ἀρίσταρχος χωρὶς τοῦ θ Ἁλίη, παρὰ τὴν ἅλα.

53. * εἴδετ᾿ ἀντὶ τοῦ εἰδῆτε.

*ἐνί Ἀριστοφάνης ἐπὶ κήδεα.

54. δυσαριστοτόκεια ἐκ τριῶν σύνθεπον, ὡς τὸ ἀμιτροχίτωνας. [*](3. ἱρωστί] ἡρωιστί. Correctum sed supra ἀποτμήξειε. ex Apollonio in Bekk. Anecd. p. 15. Ἡσιόδειον] ἡσιόδιον 522, 15 aliisque grammaticis indi- 17. εἰπεῖν] ἐπάγειν Lehrs, collato catis in Thes. vol. 4 p. 549. Eustathio p. 1131, 23. ταχεωστὶ addidi ex grammaticis 27. Ἁλίη] άλεια (sic) ibidem indicatis. 28. εἰδῆτε] εἴδητε) [*](9. οὗ ζηνο A non in marg. inter.,)

150
λέγει δὲ ἐπὶ κακῷ τὸν ἄριστον τετοκυῖα, ὡς ἄν τις εἴποι ἐπὶ δυστυχίᾳ εὔτεκνος.

56. ἔξοχον ἡρώων ἡ ὑποστιγμὴ ἤτοι ἐπὶ τὸ ἡρώων, ἵνα ὁ δέ σύνδεσμος περισσεύῃ, ἢ καὶ ἐπὶ τὸ ἶσος, ἵνα ᾖ ἀνταπόδοσις “τὸν μὲν ἐγὼ θρέψασα.”

57. τὸν μὲν ἐγὼ θρέψασα ὅτι ἡ Θέτις οὐκ ἀπελείφθη τοῦ Πηλέως οἴκου, καθάπερ οἱ νεώτεροι, δωδεκαταῖον καταλιποῦσα τὸν Ἀχιλλέα, ὁ δὲ Πηλεὺς Χείρωνι παραδέδωκεν, ἵνα τραφῇ.

γουνῷ ἀλωῆς τῷ γονίμῳ τόπῳ τῆς γῆς, ἢ τῷ ὑψηλοτάτῳ, μεταφορικῶς ἀπὸ τῶν γονάτων τῶν ἐν τῷ σώματι, ἅπερ ἐξέχει.

60. Πηλήϊον εἴσω ὅτι Ὅμηρος οὐκ οἶδεν, ὡς οἱ νεώτεροι ποιηταὶ, κεχωρισμένην τὴν Θέτιν ἀπὸ τοῦ Πηλέως ὑπὸ τὴν Ἀχιλλέως γένεσιν· ἀλλʼ ὅτι καὶ μετὰ τὸν Τρωϊκὸν πόλεμον σύνεστι, λέγει.

63. ἠδʼ ἐπακούσω τοῦτο ὡς ἐν ποιήσει ἀκουστέον· οὐ γὰρ πιθανὸν τὴν προειρηκυῖαν περὶ τῆς τοῦ Πατρόκλου τελευτῆς νῦν αὐτὸ τοῦτο ἀγνοοῦσαν φαίνεσθαι.

64. ἀπὸ Ἀρίσταρχος φυλάττει τὸν τόνον τῆς προθέσεως. ἔφαμεν δὲ ἐν ἑτέροις ὅτι ἡ ἀπό, ἐὰν συντάσσηται τῇ γενικῇ μὴ μεταξὺ πιπτουσῶν λέξεων καὶ σημαίνῃ τὸ ἄπωθεν, φυλάσσει τὸν τόνον. οὕτως γοῦν ἀνέγνωμεν “ἀπὸ πατρίδος ἄνδρα κατακτάς” (Il. 13, 696) καὶ “οὐκ ἐθέλεσκε μάχην ἀπὸ τείχεος” (Il. 9, 353)· “καὶ γάρ τίς θʼ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο” (Il. 2, 292). προσέθηκα δὲ μὴ μεταξὺ πιπτουσῶν λέξεων διὰ τὸ “ἄπο πλυνοί εἰσι πόληος” (Od. 6, 40)· οὐ γὰρ ἐπλησίασε τῇ πόληος γενικῇ, ἀλλὰ μεταξὺ ἀνεδέξατο λέξεις.

68. εἰσανέβαινον γρ. εἰσανέβησαν.

πισχερώ ὀξύνεται καὶ σεσημείωται, ὥσπερ καὶ τὸ ἰώ· οὐδὲν γὰρ εἰς ω λῆγον ἐπίρρημα θέλει ὀξύνεσθαι.

τὸ ἐπισχερώ ἑκατέρωσε δύναται προσδίδοσθαι· καὶ γὰρ τὰς Νηρεΐδας ἀνιέναι τάξει πρέπον, καὶ τὰς ναῦς εἰκὸς ἐφεξῆς τετάχθαι, ὡς ἐν τῷ περὶ ναυστάθμου λέγεται.

76. ἀλήμεναι ὡς παρὰ τὸ βῆναι βήμεναι ἐγένετο, οὕτως καὶ παρὰ τὸ ἀλῆναι ἀλήμεναι· “ἢ λαοὺς ἐς τεῖχος ὁμοκλήσας ἀλῆναι” [*](3. ὁ δέ Friedl.] ὁ μέν 160, 24.) [*](7. δωδεκαταῖον Bekkerus] δωδε- 23. πόληος] πολι κατὶ i. e. δωδεκάτιον 24. τῆ πόληος] τ π) [*](19. ἄπωθεν] ἄποθεν. Recte p. 29. ἀνιέναι Bekkerus] ἂν εἶναι)

151
(Il. 16, 714). ψιλοῦται δὲ καὶ τὸ ἐάλη (Il. 13, 408) καὶ τὸ “οἴμησεν δὲ ἀλείς” (Od. 24, 538). καὶ πᾶς ὁ σχηματισμὸς, ἐπεὶ καὶ τὸ θέμα αὐτῶν ἐψιλοῦτο.

77. ὁ Ἀσκαλωνίτης ἀεκήλια, οἷον οὐχ ἥσυχα οὐδὲ εἰρηνικὰ. ἐπεὶ ἕκηλος ὁ ἥσυχος, ὥστε στέρησιν αὐτὸν ἐκδέχεσθαι. οὕτως δὲ καὶ Ἀρίσταρχος, οἷον ταραχώδη. ἢ ἀκούσια, ἃ οὐκ ἄν τις ἑκὼν πάθοι. ὁμοίως δὲ καὶ Ἀλεξίων· καὶ ἔχονται τοῦ δηλουμένου. πρὸς τὴν συναλοιφὴν, ὅτι ἀεκήλια ἐκληπτέον κατὰ ἀπόφασιν τοῦ ἑκήλου, ἐφ᾿ οἷς οὐχ οἷόν τε ἡσυχάζειν.

82. * στικτέον ἐπὶ τὸ κεφαλῇ· μᾶλλον γὰρ ἐμφαίνει.

84. *ἄκαιρον τὸ εἰδυίᾳ λέγειν.

86. *αἴθ᾿ ὄφελες ταῦτα ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον. αἴθ᾿ ὄφελες οὕτως αἴθʼ ὄφελες. Ἀπολλώνιος ἐν τῷ περὶ συντάξεως (p. 249, 29) τίθησι τὸν στίχον οὕτως ἔχοντα.

88. διὰ τὸν ἵνα σύνδεσμον ὑποστιγμὴ ἐπὶ τὸ ἀποφθιμένοιο, ἵνα ὁ λόγος ᾖ τοιοῦτος· νῦν δʼ ἵνα καὶ σὺ πενθήσῃς τὸν υἱὸν ἀπολέσασα, τοῦτον οὐχ ὑποδέξῃ ὑποστρέψαντα οἴκαδε. ἢ παντελῶς παραιρεθήσεται ἡ ὑποστιγμὴ, κοινοῦ νοουμένου ἄνωθεν τοῦ “ἀνέρος ἔμβαλον εὐνῇ.”

90. * οἴκαδε νοστήσαντʼ ὅτι πάλιν συνοικεῖ τῷ Πηλεῖ ἡ Θέτις.

92. τὸ ἑξῆς ἐστὶν ἀπολέσῃ· διὸ οὐκ ἀναστρεπτέον τὴν ἀπό, τὴν μέντοι ὑπό, ἐπεὶ τὸ ἀκόλουθόν ἐστιν ὑπʼ ἐμῷ. εἰσὶ μέντοι οἳ οὐκ ἀνέστρεψαν, ἀλλὰ συνέταξαν τῇ δοτικῇ, δουρὶ ἐμῷ· ἐν ἑτέροις γὰρ οὕτως αὐτὸν εἰρηκέναι “δουρὶ δʼ ἐμῷ κτεάτισσα” (Il. 16, 57).

93. * ὅτι τὰ ἕλωρα οὐ βρώματα, ἀλλὰ ἑλκύσματα.