Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

584. ὅτι Ζηνόδοτος γράφει οὕτως, οὐ νοήσας ὅτι τὸ αὔτως ἐστὶ κενῶς καὶ πρὸς οὐδὲν, διὰ τὸ εἴδωλα εἶναι. τὸ δὲ ἐνδίεσαν παρὰ [*](5. γένος τι ὕμνου] Vid. Clinton. 16. In marg. inter. δύο πρώτῃσι Fast. Hell. vol. 1 p. 341 ἐν τῇ ἑτέρᾳ τῶν ἀριστάρχου.) [*](14. πευκᾶεν] De hoc dixi in 20. Στύμφηλος] στύμφηλον Thes. vol. 6 p. 1026. 25. Ἑλικώνιον] ἔλικι)

179
τὸ δίεσθαι, ὅ ἐστι διώκεσθαι· “τρὶς περὶ ἄστυ μέγα Πριάμου δίον” ἀντὶ τοῦ ἐδιώχθην (Il. 22, 251). σημαίνει δὲ τὸ ἐπώτρυνον. εἴρηται δὲ ὅτι κλίσις ἐστὶ τοῦ δίημι τὸ ἐνδίεσαν· καὶ οὐ προσεκτέον τῷ Ἀσκαλωνίτῃ δασύνοντι τὸ ῑ καὶ πλεονασμὸν τοῦ δ δεχομένῳ.

589. *ὅτι σταθμοὺς τὰς κατʼ ἀγρὸν βοοστάσεις.

σταθμούς τὶς κατʼ ἀγροὺς στάσεις τῶν θρεμμάτων· “σταθμῶν ῥυτῆρα γενέσθαι” (Od. 17, 187) καὶ “παρὰ σταθμὸν μεγάροιο” (Od. 17, 96). κλισίας δὲ τὰς τῶν ποιμένων οἰκίας, καὶ σηκοὺς ἔνθα κοιμῶνται τά θρέμματα.

590. * χορόν τὸν τόπον χορὸν εἴρηκεν, οὐ τὸ σύστημα τῶν χορευόντων.

ἐγκατεσκεύασε δὲ ἐπιμελῶς ὁ Ἥφαιστος καὶ χορὸν ὁμοίαν τάξιν ἔχοντα χορευόντων τῷ ὑπὸ Δαιδάλου τοῦ μηχανικοῦ κατασκευασθέντι Ἀριάδνῃ ἐν Κνωσσῷ πόλει τῆς Κρήτης. ἱστόρηται γὰρ ὅτι Θησέαπαραγενόμενον ἐξ Ἀφιδνῶν εἰς τὰς Ἀθήνας νεωστὶ, καταλαβόντα δὲ τὸν δασμὸν ἀποπεμπόμενον Μίνωϊ εἰς Κρήτην, τοὺς δὶς ζ΄ ᾐθέους καὶ παρθένους (ἐτέλουν δὲ τὸν δασμὸν οἱ Ἀθηναῖοι τοῦτον ἐπὶ τῷ δεδολοφονηκέναι Ἀνδρόγεων τὸν παῖδα Μίνωος ἀγωνιζόμενον καὶ νικῶντα παῤ αὐτοῖς τὰ Παναθήναια), ἑκόντα οὖν φασὶν αὑτὸν συγκαταλέξαι τοῖς ἀπιοῦσι, καὶ παραγενόμενον εἰς Κρήτην ἡδέως ὀφθῆναί φασιν ὑπὸ Ἀριάδνης τῆς τοῦ Μίνωος θυγατρὸς, καὶ διὰ τοῦτο τέχνῃ Δαιδάλου σωθῆναι τρόπῳ τοιῷδε. μίτων ἀγαθῖδα ἔδωκε Δαίδαλος τῇ Ἀριάδνῃ, εἰπὼν δοῦναι τῷ Θησεῖ, ὅπως τὴν ἀρχὴν ἐξάψας τῆς εἰσόδου τῆς ἀγαθῖδος, οὕτως ἀνελὼν αὐτὴν εἰσέλθοι εἰς τὸν λαβύρινθον, καὶ περιγενόμενος τοῦ θηρίου πάλιν ἔχοι ῥᾳδίαν καὶ εὐεύρετον αὑτῷ τὴν ἔξοδον τοῦ λαβυρίνθου ποικίλως ἐπιπεπλεγμένας ἔχοντος τὰς εἰσόδους. ἐξελθὼν δὲ μετὰ τὸ νικῆσαι ὁ Θησεὺς μετὰ τῶν ᾐθέων καὶ παρθένων, χορὸν τοιοῦτον ἔπλεκεν ἐν κύκλῳ τοῖς θεοῖς, ὁποία καὶ ἡ τοῦ λαβυρίνθου εἴσοδός τε καὶ ἔξοδος αὐτῷ ἐγεγόνει. τῆς δὴ χορείας τὴν ἐμπειρίαν ὁ Δαίδαλος αὐτοῖς ὑποδείξας ἐποίησεν.

591. διασταλτέον μετὰ τὸ ἴκελον, τὸ δὲ ἑξῆς δασέως ἀναγνωστέον, ὥσπερ ἡ τριβὴ ἔχει. τούτῳ γὰρ παραπλήσιόν φησι τὸν Ἥφαιστον πεποιηκέναι, οἷον Δαίδαλος ἐν Κνωσῷ Ἀριάδνῃ κατεσκεύασεν. [*](4. τοῦ δ Bekkerus] τοῦ ι om.) [*](6. θρεμμάτων Vill.] θρεμμάτων 18. Ἀνδρόγεων] ἀνδρόγεον ἔνθα κεν ᾧ παρὰ σταθμῷ 20. *παραγενόμενον] γενόμενον) [*](16. * ἀποπεμπόμενον— δασμὸν] 25. *εὐεύρετον] εὑρετὸν)

180
ὑπολαβόντες δέ τινες δύσφημον εἶναι, μᾶλλον δὲ ἀπρεπὲς, Ἥφαιστον μιμητὴν γίνεσθαι τῶν Δαιδάλου ἔργων καὶ λέγεσθαι τοῦτο ὑπὸ Ὁμήρου—μᾶλλον γὰρ ἂν ηὔξησε τὸ ἔργον, εἰ περὶ Δαιδάλου διαλεγόμενος ἔλεγεν οὕτως αὐτὸν πεποιηκέναι ὡς Ἥφαιστος ἐποίει—, διὰ τοῦτο ἀφʼ ἑτέρας ἀρχῆς ἀξιοῦσιν ἀναγινώσκειν “τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσῷ,” καὶ ψιλῶς ἀναγινώσκουσιν, ἵνʼ ᾖ ὁ λόγος, τούτῳ παραπλήσιον μόνον ἐν Κνωσῷ ποτὲ Δαίδαλος ἐποίησεν Ἀριάδνῃ. καὶ οἰήσεταί τις τοῦτο μᾶλλον ἐμφαίνειν τὴν καλλιεργίαν τοῦ θεοῦ, εἴγε μόνον παῤ ἀνθρώποις ἓν παραπλήσιον ἐγένετο, καὶ τοῦθʼ ὑπὸ Δαιδάλου τοῦ διαβοήτου. γελοίως δὲ ἔχει ἡ ἐπίνοια. οὔτε γὰρ ἀπρεπὲς τὸν θεὸν ἀνθρώπου μιμητὴν γενέσθαι, μᾶλλον δὲ καὶ πρεπωδέστερα τὰ ἔργα ἀπὸ τῶν ἀρχαιοτέρων γίνεσθαι, καὶ μάλιστα ὅταν ᾖ ἐπιτετευγμένα. ἄλλως τε οὐδὲ ὁ ποιητὴς τοῦτο λέγει, ἀλλʼ ἀπλῶς ταῦτα ὅμοια εἶναι, οὐ τὸ ἕτερον τοῦ ἑτέρου μίμημα. εἰ δὲ καὶ τὴν σύγκρισιν ταύτην ἀσεβῆ δόξουσιν εἶναι, ῥητέον τὸ πολλοῖς ἤδη εἰρημένον, ὅτι ἀπὸ τῶν ἐν ὄψει καὶ γινωσκομένων τὰ ἀφανῆ καὶ ἄγνωστα παριστᾶσιν οἱ τοῖς παραδείγμασι χρώμενοι. Ἡφαίστου μὲν γὰρ ἔργον οὐδεὶς εἶδε πώποτε, Δαιδάλου δὲ πολλοὺς πολλὰ εἰκὸς ἑωρακέναι. καὶ τάχα ὅμοιόν τι εἶχεν ἡ κατασκευὴ, ὅτι ἐξ ᾐθέων καὶ παρθένων, ἢ ὅτι ὀθόνας εἶχον καὶ στεφάνας.