Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

579. σμερδαλέω δὲ λέοντε ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου δύο πρώτῃσι βόεσσι. παρὰ δὲ Ζηνοδότῳ κυανέω δὲ λέοντε.

580. ταῦρον ἐρύγμηλον ὡς βέβηλον. τὰ γὰρ διὰ τοῦ ηλος ὑπὲρ δύο συλλαβὰς προσηγορικὰ ἢ κύρια προπαροξύνεσθαι θέλει, κάμηλος καὶ φάσηλος, Στύμφηλος· τὰ μέντοι ἐπιθετικὰ ὀξύνεσθαι μὲν θέλει, ὅτε παρασχηματισμὸν ἔχει θηλυκοῦ, σιγηλός ὑψηλός ἀπατηλός, μὴ οὕτως δὲ ἔχοντα βαρύνεσθαι, βέβηλος κίβδηλος κάπηλος. εἰ δὴ καὶ τὸ ἐρύγμηλος οὐκ ἔχει θηλυκὸν, δῆλον ὅτι ὑγιῶς βαρυτονηθήσεται καὶ οὐ δεόντως αὐτὸ Τυραννίων ὀξύνει. ἐγένετο δὲ παρὰ τὸ ἐρύγω, ἔνθεν παρατατικὸς “ἤρυγεν ἑλκόμενος Ἑλικώνιον” (Il. 20, 404), ἐρύγηλος, καὶ ἐν πλεονασμῷ τοῦ μ ἐρύγμηλος.

581. τὸν δέ παρὰ Ζηνοδότῳ τοὺς δὲ κύνες μετεκίαθον, τοὺς λέοντας. τὸ δὲ ἕλκετο χωρὶς τοῦ ι.

583. ὅτι χρόνος ἤλλακται· τὸ γὰρ λαφύσσετον λαφύσσουσιν, παρείληπται ὅμοιον τῷ “λαοῦ ἀποτμήξαντε διώκετον” (Il. 10, 364).