Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

592. *Ἀριάδνῃ παρὰ Ζηνοδότῳ Ἀριήδνῃ.

593. λφεσίβοιαι ἔντιμοι καὶ διὰ τὴν εὐμορφίαν βόας εὑρίσκουσαι ἕδνα· θρέμματα γὰρ τὸ παλαιὸν ἐδίδοτο πρὸ γάμων δῶρα. ὠνόμασται δὲ ἀπὸ μέρους, ἐπειδὴ ἔντιμοι τὸ παλαιὸν οἱ βόες. ἄλφειν γὰρ τὸ εὑρίσκειν, καὶ ἀλφὴ ἡ τιμὴ, καὶ ἄλφα τὸ στοιχεῖον, ὅτι εὑρέθη πρὸ τῶν ἄλλων.

594. *ἔχοντες κατʼ ἐπικράτειαν τοῦ ἀρσενικοῦ.

595. *λεπτάς ἐν ἄλλῳ καλὰς ὀθόνας.

ὀθόνας ἐνδυτηρίους πέπλους, παρὰ τὸ ἔσθος, ἐσθόνη τις οὖσα. ἡ διπλῆ δὲ, ὅτι συνήθως πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν.