Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

567. ταλά τρυφερὰ, νήπια, πρᾶα. κατʼ ἐπικράτησιν δὲ τοῦ ἄρρενος εἴρηκε, φρονέοντες εἰπὼν καὶ οὐ φρονέουσαι.

568.* Ἀρίσταρχος ταλάροισ ι καὶ πλεκτοῖσι.

570. λίνον δʼ ὑπὸ καλὸν ειδε ἤτοι τὸ λίνον ᾖδεν ὃ ἐξῆπτο ἀντὶ τῆς νευρᾶς τῆς κιθάρας, ἐπεὶ οἱ πρῶτοι τοῖς θεοῖς μετὰ ᾠδῆς ὑποκιθαρίζοντες οὐκ ἐξ ἐντέρων κατεσκευάζοντο τὰς κιθάρας, οὐχ ὅσιον οὐδὲ θεοῖς ἀρεστὸν εἶναι ὑπολαμβάνοντες διὰ τὸ ἐκ νευρῶν πεποιῆσθαι, [*](12. βαθυλήϊον] βαθὺ λήϊον 25. βότρυας] βότρυ cum compen- 17. In marg. inter. ἀρίσταρχος dio as significante. 29. Hoc scholion legitur post ἑστήκει 20. Ad πολλὰ πάλυνον in marg. scholion inferius verbis παιὰν καὶ exter. adscriptum πολλʼ ἐπάλυνον διθύραμβος finitum.)

178
ἀλλʼ ἐκ λίνου πεποιημένου. ἢ λίνον δʼ ὑπὸ καλὸν ἄειδεν ἀντὶ τοῦ τὴν ἐπὶ Λίνῳ τῷ Ἀπόλλωνος παιδὶ ᾠδὴν, ὄντι νηπίῳ καὶ ὑπὸ κυνῶν ποιμενικῶν διασπασθέντι πρώτην ᾀσθεῖσαν.

παρὰ Ζηνοδότῳ λίνος δʼ ὑπὸ καλὸν ἄειδε. ὁ δὲ Ἀρίσταρχος βούλεται μὴ τὴν χορδὴν λέγεσθαι, ἀλλὰ γένος τι ὕμνου τὸν λίνον, ὥσπερ εἰ ἔλεγε παιᾶνα ᾖδεν ἤ τι τοιοῦτον· διὸ ἡ διπλῆ.

τὸ λίνον κατὰ βαρεῖαν τάσιν προενεκτέον, ὅ τι ἂν σημαίνῃ, εἴτε τὴν λινῆν ἐσθῆτα, εἴτε καὶ ἐπὶ τῆς χορδῆς τάσσοιτο, εἴτε καὶ αὐτὸ τὸ λεπτὸν νῆμα, εἴτε σημαίνοι εἶδος ὕμνου, ὥσπερ καὶ ἐνθάδε, ὡς παιὰν καὶ διθύραμβος.

576. παρὰ Ζηνοδότῳ διὰ ῥαδαλόν· ὁ δὲ Ἀριστοφάνης παρὰ ῥαδαλόν. ῥαδαλόν δὲ ἀκουστέον τὸν εὐκράδαντον διʼ ὕψος. φησὶ δὲ Διονύσιος γράφεσθαι καὶ δονακῆεν κατὰ τὸ οὐδέτερον, ὡς καὶ τὸν πευκῶνα πευκᾶεν.

*ἐν ἄλλῳ ῥαδαλόν.