Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. δέμας πυρός πυρὸς τρόπον. τὸ δὲ ἔμπυρον τῆς μάχης βούλεται δηλῶσαι.

3. προπάροιθε νῦν ἐπὶ τόπου· καὶ ἐν Ὀδυσσείᾳ “κὰδ δʼ ἔβαλε προπάροιθε νεώς” (9, 482). τάσσεται δὲ καὶ ἐπὶ χρόνου· “σεῖο δʼ Ἀχιλλεῦ οὔτις ἀνὴρ προπάροιθε μακάρτατος” (Od. 11, 482).

ὀρθοκραιράων τῶν τὰς κεφαλὰς ὀρθὰς ἐχουσῶν· κραίραν γὰρ λέγουσι τὴν κεφαλὴν, καὶ οἱ Ἀττικοὶ τὸ τῆς κεφαλῆς ἥμισυ ἡμίκραιραν. λέγει δὲ διὰ τὸ τὰς πρῴρας καὶ πρύμνας ἀνατετάσθαι, ἐκ μεταφορᾶς τῶν βοῶν.

[*](6. μαχώμεθα Bekkerus] μαχό- dictum est ad vol. 1 p. 215, 27. 16—18. Subscriptionem, quae in μέθᾳ)[*](9. Post hoc scholion excidit in fine folii perditi 238 lecta fuit, A folium 238 (v. 729 —761), supplevit Bekkerus. quod manus recentior supplevit, 20. Versui 1. in marg. inter. scholiis omissis. adscriptum ὅτι ὅσπερ, nihil am-)[*](10. Scholia versuum 751, 761. ex plius. codice Athoo sumsi, de quo supra)
147

κατὰ πρύμναν καὶ πρῴραν ἀνατεταμένων, ὀρθοκεφάλων· κραῖρα γὰρ ἡ κεφαλή.

4. τὰ φρονέοντʼ οἱ περὶ τῶν φίλων ἀγωνιῶντες ἐν τοῖς κινδύνοις δυσέλπιδές εἰσιν. ἔστι δὲ τῶν ἐν ἀτυχίᾳ προληπτικὸς ὁ νοῦς.

5. ὀχθήσας ἥτοι λυπηθεὶς, ἀπὸ τοῦ ἄχθους, ὅ ἐστι βάρους· λέγοιμεν δʼ ἂν καὶ βαρυνθείς. ἢ τὸ ὀχθήσας ἀπὸ τοῦ ὄχθου ὠνόμασται, ὄχθοι δὲ τὰ ὑψηλά· οἷον ἐπαρθεὶς τῷ θυμῷ.