Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

7. νηυσὶν ἔπι κλονέονται ἀναστρεπτέον τὴν πρόθεσιν, ὁμοίως καὶ ἐπὶ τοῦ “νηυσὶν ἔπι προέηκα” (439). ἡ διπλῆ δὲ, ὅτι λείπει ἡ διά, φεύγοντες διὰ τοῦ πεδίου.

10, 11. Μυρμιδόνων τὸν ἄριστον —χτρσὶν ὕπο Τρώων ἐν τῇ Ῥιανοῦ οὐκ ἤσαν οἱ β', ἴσως ἐπεὶ οὐκ ἦν Μυρμιδὼν ὁ Πάτροκλος· Λοκρὸς γὰρ ἦν ἐξ Ὀποῦντος. δεῖν δέ φησιν ὁ Ἀρίσταρχος οὕτως αὐτὸ παραδέχεσθαι, τὸν μετὰ τὸν ἄριστον τῶν Μυρμιδόνων. καὶ κατά τινας δὲ τῶν μεθʼ Ὅμηρον Ἄκτωρ ὁ πατὴρ τοῦ Μενοιτίου λέγεται λαβεῖν Αἴγιναν, ἐκ ταύτης δὲ γενέσθαι Μενοίτιον καὶ οἰκῆσαι ἐν Ὀποῦντι· οὕτως οὖν γίνεται τὸ ἀνέκαθεν Μυρμιδὼν ὁ Πάτροκλος. δύναται δὲ καὶ ἑτέρως Μυρμιδὼν ὁ Πάτροκλος λέγεσθαι διὰ τὸ μετὰ τὸν Ἀχιλλέα ἡγήσασθαι τῶν Μυρμιδόνων. πῶς δὲ, φασὶ, τοῦτο πεπυσμένος παρὰ τῆς μητρὸς ἔπεμπε τὸν Πάτροκλον εἰς τὸν πόλεμον; ὅτι, φαίη τις ἂν, οὔτε τοὔνομα σαφῶς εἶπεν οὔτε τὸν χρόνον, παρά τε τὸν καιρὸν λήθη γίνεται τῶν τοιούτων· ὅταν δὲ ἀποβῇ, μιμνήσκονται.

ἄλλως. χαρίεν τούτῳ τῷ τρόπῳ προειπεῖν τὴν Θέτιν· οὐ γὰρ ἐβούλετο τὸ μέλλον ἐπιτελεσθῆναι πάντως ἐκ πολλοῦ προειποῦσα λυπεῖν τὸν υἱόν. ἐπίτηδες δὲ εἰπεῖν τὸ Μυρμιδόνων τὸν ἄριστον, ἵνα μὴ φανερῶς εἴπῃ τὸν Πάτροκλον.

Μυρμιδόνων τὸν ἄριστον ἡ διπλῆ πρὸς τὸ ἀμφίβολον, πῶς Μυρμιδόνων ἄριστον λέγει τὸν Πάτροκλον Λοκρὸν ὄντα.

11. *χερσὶν ὕπο Τρώων ἀντὶ τοῦ ὑπὸ τῶν χειρῶν τῶν Τρώων.

[*](3. *φίλων] φαύλων 12. Ῥιανοῦ] καὶ Ἀριστοφάνους ad-)[*](5. ἄχθους] ἀχθἐ dit Bekkerus)[*](9. In marg. inter. ὅτι λείπει ἡ διὰ, 14. αὐτὸ] οὖ παραδέχεσθαι τὸν μετ’ αὐτὸν ἄριστον διὰ πεδίου)[*](10. πεδίου] Sequitur in A scho- τῶν Μυρμιδόνων Haur. Schmidt. ap. lion ἐζήτηται—χρονίσαι ἐν τῇ ὁδῷ, Mayhoff. de Rhian p. 31. quod in aliis libris recte adscrip- 30. τοῦ addidit Vill. tum est ad 17, 698.)
148

12. ἦ μάλα δὴ τέθνηκε μάλιστα τῇ διανοίᾳ κατείληφεν ὅτι τέθνηκεν· ἐκ τοῦ βίου δὲ τὸ πάθος εἵλκυσε· δεινοὶ γὰρ ἀεὶ τὸ χεῖρον εἰκάζειν οἱ στέργοντες.