Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

720. ὁμώνυμοι ὁ λόγος, ἁπλούστερος ὁ Αἴας παράγεται, ὅς γε τοιαῦτα λέγει, ἡμεῖς μαχώμεθα, ἐπειδὴ τὸ αὐτὸ ὄνομʼ ἔχομεν· οἱ γὰρ δύο Αἴαντες καλούμεθα. βουγάιος γὰρ ὡς ἀληθῶς.

721. *μένοντες Ἀριστοφάνης δυϊκῶς μένοντε.

727. *τὸ ἕως ἀντὶ τοῦ τέως· διόπερ οὐδὲ ὑποστιγμὴν ποιεῖ. 751. ῥηγνῦσι ἀντὶ τοῦ ῥηγνύουσι, ὡς πιμπλῶσιν. οὕτως Ἀρίσταρχος.

761. οὐκ ἔστιν ἐναντίωμα τὸ λέγειν αὐτούς τε φεύγειν καὶ πολέμου μὴ γίνεσθαι ἐρωήν· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος ὄχλος, οὐχ ὑπεχώρουν δὲ οὕτε οἱ Αἴαντες οὔτε οἱ ὑπερμαχοῦντες· ἐρωὴ δέ ἐστιν ὑποχώρησις, ἀνοχή.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.