Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

664. *τετιηότι θυμῷ ἐν ἄλλῳ τετιημένος ἦτορ.

*βεβλημένος διὰ λύπην.

667. ἀργαλέου πρὸ φόβοιο ὅτι ἀντὶ τοῦ ὑπὸ φόβου, ὅ ἐστιν ὑπὸ φυγῆς, καὶ ὅτι ἕλωρ ἕλεμα.

670. *ἐνηείης προσηνείας· ἀπηνὴς δὲ ἐναντίος.

671. *πᾶσιν οὐκ Ἀχιλλεῖ μόνῳ.

675. ὀξύτατον δέρκεσθαι φησὶν ὁ Ἀριστοτέλης ὡς ἵστησι τοὺς νεοσσοὺς πρὸς τὸν ἥλιον ὁ ἀετὸς, ἀναγκάζων βλέπειν· καὶ ὁ μὲν δυνηθεὶς ὁρᾶν τοῦ ἀετοῦ ἐστὶν υἱὸς, ὁ δὲ μὴ ἐκβέβληται καὶ γέγονεν ἁλιαίετος.

681. * οὕτως Ἀρίσταρχος, ἴδοιτο, τὼ ὄσσε δηλονότι.

[*](3. τὴν addidit Bekkerus. 13. *τοῦ ἥρωος] κατὰ τοῦ ἥρωος)[*](8. ὁμίχλην Vill.] ὁμίχλη *καὶ ἐκάστη—ἁρμόδιος] om.)[*](12. τὴν συνέχειαν Vill.] τῆς 23. λύπην] λύπης Vill.)[*](29. *μὲν] om. συνεχείας)
145

οὕτως αἱ Ἀριστάρχειοι, ἴδοιτο. τίς; τὰ προκείμενα ὄσσε· διὸ καὶ τὸ σημεῖον. ἢ νοητέον ἀποστροφὴν λόγου πρὸς τὸν Μενέλαον ἀπὸ τοῦ περὶ αὐτοῦ λόγου.

688. κυλίνδει Ἀρίσταρχος βαρύνει, ὑγιῶς πάνυ διὰ τὰ κινήματα· “κυλίνδετο” γοῦν φησίν (Od. 8, 81. 11, 598), οὐχὶ ἐκυλινδεῖτο, καὶ “ἡ δὲ κυλινδομένη καναχὴν ἔχε” (Il. 16, 794). διὸ καὶ βαρέως τὴν κυλίνδων ἀναγινώσκομεν· “μέγα κῦμα κυλίνδων” (Od. 5, 296).

694. *κατέστυγε κατεστύγνασεν, ἠνιάθη.

695. *μείζων ἡ σιγὴ παντὸς λόγου γίνεται.

698. βῆ δὲ θέειν πολλῷ περιπαθέστερον ἄνοπλον ὄντα καὶ τρέχοντα παραστῆναι τῷ Ἀχιλλεῖ.

ἐζήτηται πῶς οὐκ ἔστιν Αὐτομέδων μηνυτὴς τῆς Πατρόκλου ἀναιρέσεως, ἀλλὰ Ἀντίλοχος, καὶ διὰ τί γυμνὸς τρέχει. ῥητέον οὖν ὅτι Αὐτομέδοντα μὲν αἰσχρὸν ἦν μετὰ τῶν ἵππων ἔρχεσθαι πρὸς Ἀχιλέα ἄπρακτον, τῶν ἄλλων ἀγωνιζομένων περὶ τοῦ σώματος. Ἀντίλοχος δὲ ταχύτερος ὣν τῶν ἄλλων προεκρίθη, καὶ γυμνὸς ἄπεισι, μετὰ τῶν ὅπλων ταῖς συμφοραῖς ἐμπομπεύειν παραιτούμενος· ἢ διὰ τὸ μὴ βαρούμενον τοῖς ὅπλοις χρονίσαι ἐν τῇ ὁδῷ.

700. πόδες φέρον. πρὸς τῷ πάθει εἶχε τὴν διάνοιαν, μηδʼ ὅτι τρέχει εἰδώς. ἡ διπλῆ δὲ, ὅτι οὕτως εἴωθε λέγειν, οἱ πόδες ἔφερον, οὐχὶ τοὺς πόδας· πρὸς Ζηνόδοτον μεταγράφοντα (Il. 6, 511) “ῥίμφʼ ἑὰ γοῦνα φέρει.”

702. *οὐδʼ ἄρα σοι ὅτι πάλιν ἀπέστροφε τὸν λόγον.

705. ὅτι ἀπέστροφεν ἐκ τοῦ πρὸς αὐτὸν εἰς τὸν περὶ αὐτοῦ λόγον. τὸ δὲ ἀνῆκεν ἀνέπεισεν, παρώτρυνεν.

710. Ἕκτορι δίῳ ἐν ἄλλῳ κεχολωμένον Ἀτρείωνι.

714. ὥσπερ βοὴν λέγει τὴν μάχην ἀπὸ τοῦ ἀλαλαγμοῦ, οὕτως καὶ ἐνοπῆς νῦν ἀπὸ μέρους τῆς μάχης φησίν.

[*](1. διὸ καὶ τὸ σημεῖον] Vid. infra 15. *Ἀντίλοχος δἐ ταχύτερος ὣν] annot. ad glossemata interlin. ad ἀντίλοχός τε ταχύς τε ὢν 23, 24. ἀπέστροφε Cobetus] ἀπέ-)[*](2. ἀποστροφὴν λόγου ἀπὸ τοῦ στρεφε πρὸς τὸν Μενέλαον εἰς τὸν περὶ αὑτοῦ 25. In marg. inter, ἀνέπεισε λόγου Friedl. καὶ παρώτρυνεν.)[*](12. ἐζἠτηται—] Scholion hoc 26. In A. nihil praeter κεχολ- legitur in A ad 18, 9 cum lemmate ωμένον Ἀτρείωνι in marg. inter, cui ὥς ποτέ μοι μήτηρ διεπέφραδε. Recte ἐν ἄλλῳ addidit Vill. hoc loco in aliis)
146

719. νῶϊ μαχησόμεθα ὅτι ἐντεῦθεν τοῖς νεωτέροις ὁ βασταζό- μενος Ἀχιλλεὺς ὑπʼ Αἴαντος, ὑπερασπίζων δὲ Ὀδυσσεὺς παρῆκται. εἰ δὲ Ὅμηρος ἔγραφε τὸν Ἀχιλλέως θάνατον, οὐκ ἂν ἐποίησε τὸν νεκρὸν ὑπʼ Ἀἴαντος βασταζόμενον, ὡς οἱ νεώτεροι.

720. ὁμώνυμοι ὁ λόγος, ἁπλούστερος ὁ Αἴας παράγεται, ὅς γε τοιαῦτα λέγει, ἡμεῖς μαχώμεθα, ἐπειδὴ τὸ αὐτὸ ὄνομʼ ἔχομεν· οἱ γὰρ δύο Αἴαντες καλούμεθα. βουγάιος γὰρ ὡς ἀληθῶς.

721. *μένοντες Ἀριστοφάνης δυϊκῶς μένοντε.

727. *τὸ ἕως ἀντὶ τοῦ τέως· διόπερ οὐδὲ ὑποστιγμὴν ποιεῖ. 751. ῥηγνῦσι ἀντὶ τοῦ ῥηγνύουσι, ὡς πιμπλῶσιν. οὕτως Ἀρίσταρχος.

761. οὐκ ἔστιν ἐναντίωμα τὸ λέγειν αὐτούς τε φεύγειν καὶ πολέμου μὴ γίνεσθαι ἐρωήν· ἔφευγε μὲν γὰρ ὁ πολὺς καὶ χυδαῖος ὄχλος, οὐχ ὑπεχώρουν δὲ οὕτε οἱ Αἴαντες οὔτε οἱ ὑπερμαχοῦντες· ἐρωὴ δέ ἐστιν ὑποχώρησις, ἀνοχή.

Παράκειται τὰ Ἀριστονίκου σημεῖα καὶ τὰ Διδύμου περὶ τῆς Ἀρισταρχείου διορθώσεως, τινὰ δὲ καὶ ἐκ τῆς Ἰλιακῆς προσῳδίας Ἡρωδιανοῦ καὶ ἐκ τῶν Νικάνορος περὶ στιγμῆς.