Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

614. εἰ μὴ Κοίρανος ὧκα ποδώκεας ἐκδεκτέον τὸν λόγον ἐπὶ τοῦ Ἰδομενέως. ὁ Κοίρανος ἰδὼν τὸν Ἰδομενέα κινδυνεύοντα πεζὸν (πεζὸς γὰρ ἀπὸ τοῦ ναυστάθμου) ἐξήλασε τοὺς ἵππους, δεξάμενος αὐτὸν ἐπὶ τῶν ἵππων. ἔφθασε τὴν τοῦ Ἕκτορος βολὴν, ὥστε μετὰ τὸ ἀναβῆναι ἐπὶ τὸ ἅρμα τότε πεμφθῆναι τὸ δόρυ αὐτῷ. αὐτὸς δὲ ὁ Κοίρανος ἀπώλετο, σώσας τὸν Ἰδομενέα.

617. τὸν βάλʼ ὑπὸ γναθμοῖο κατὰ τὸ εἰκὸς πλαγία ἡ πληγὴ γίνεται περιστρέφοντος αὐτοῦ τοὺς ἵππους· καὶ γὰρ ὑπὸ τὴν σιαγόνα διαβὰν τὸ δόρυ ἀνέσχε διὰ τῆς ἑτέρας· καὶ οὐκ ἔστιν ἀδύνατον τοῦτο, ὡς προείρηται, διὰ τὸ περιστρέφοντα αὐτὸν τοὺς ἵππους βεβλῆσθαι.

618. *ἐς δʼ ἄρʼ ὄδόντας ὦσε δόρυ πρυμνόν ἕως τοῦ ἐσχάτου τοῦ δόρατος ὦσεν.

622. μάστιε νῦν ὅτι τοῦτο φιλικόν. αὐτὸς μὲν γὰρ ὡς νέος καὶ ἀκμάζων κινδυνεύειν βούλεται, τὸν δὲ ἤδη παρηβηκότα προπέμπει καὶ τὴν ἀσφάλειαν αὐτῷ πορίζεται.

627. ἑτεραλκέα νίκην οὐ γὰρ ἄλλως νίκη γίνεται ἢ τῶν ἑτέρων ἐπʼ ἀλκῆς ὄντων.

630. *ἀρήγει ἐν ἄλλῳ ἀμύνει.

631. *ἐφείς διχῶς, καὶ ἀφείη.

632. *τὸ ἔμπης ἀντὶ τοῦ ὁμοίως τέτακται.

637. * οἵ κου δεῦρ’ οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ οἴ που νῦν.

639. πρὸς τὸ ἀμφίβολον, αὐτοὺς ἐμπεσεῖσθαι ταῖς ναυσὶν, ἢ τὸν Ἕκτορα. πιθανώτερον δὲ τὸν Ἕκτορα ἐμπεσεῖσθαι, ἐνσείσειν.

643. οὔ πη πῶς παρείληπται τὸ οὔπη; σημαίνει γὰρ τὸ εἰς τόπον· “πῆ ἔβη Ἀνδρομάχη” (Il. 6, 377): τὸ δὲ ποῦ ἐστὶν ἐν τόπῳ, ὅπερ καταλληλότερον· ἀλλʼ οὐ δύναμαι ἔν τινι τόπῳ ἰδεῖν τινὰ τῶν Ἀχαιῶν τοιοῦτον. μήποτε οὖν οὐχ ὡς τοπικὸν ἐπίρρημα, ἀλλʼ ὡς παραπληρωματικὸν σύνδεσμὸν ἐκληπτέον.

644. ἠέρι γὰρ κατέχονται ὅτι ἀέρα τὴν σκοτίαν καλεῖ· καὶ γὰρ αὐτὸς ὁ ἀὴρ τῇ δύσει σκοτεινός ἐστι, λαμπρύνεται δὲ ἐπιφανέντος τοῦ ἡλίου “ἀὴρ γὰρ παρὰ νηυσὶ βαθεῖʼ ἦν” (Od. 9, 144).

[*](26. ἐνσείσειν] Conf. schol. ad 12, 120.)
144

*κατέχονται ἐν ἄλλῳ ἠέρι γὰρ κεκάλυπται.

646. *ἰδέσθαι ἐν ἄλλῳ ὁρᾶσθαι.

μεγαλοφρόνως οὐ σωτηρίαν αἰτεῖται, ἀλλὰ φῶς πρὸς τὴν τῶν ὀφθαλμῶν χρείαν, ἵνα δρῶντές τι καὶ πάθωσιν.

648. δάκρυ χέοντα περιπαθῶς εἰσάγει τὸν Αἴαντα δακρύοντα. οὐ γὰρ ἐν ἄλλοις εὑρίσκομεν αὐτὸν δεδακρυκότα· οὐ γὰρ ἦν κατʼ Αἴαντα.

649. ἠέρα ὅτι σαφῶς τὴν σκοτίαν ἀέρα λέγει· ἔστι γὰρ ταυτὸν τῷ ὁμίχλη· καὶ ἀπῶσε τὸν ἀέρα, ὅ ἐστιν ὁμίχλην.

651. ὅτι οὐκ εἶπε βοὴν ἀγαθῷ Μενελάῳ, ἀλλὰ κατὰ παράλειψιν τῆς προθέσεως, πρὸς βοὴν ἀγαθὸν Μενέλαον.

653. ζωὸν ἔτʼ Ἀντίλοχον καὶ τοῦτο περιπαθὲς, ὡς οὐκ ἐλπίζων ἔτι ζῆν τὸν ἥρωα διὰ τὴν συνέχειαν τῆς μάχης.

657. ὥς τίς τε λέων πολλαὶ αἱ εἰκόνες τοῦ ἥρωος, καὶ ἑκάστη κατὰ καιρὸν ἁρμόδιος. πρῶτον γὰρ αὐτὸν εἴκασε διὰ τὴν φιλοστοργίαν βοῒ, νῦν δὲ λέοντι ἀκούσιον ποιουμένῳ ἀποχώρησιν· καὶ ἑξῆς διὰ τὴν ὀξυδορκίαν ἀετῷ παρέβαλεν αὐτόν.

λέγεται τὸν λέοντα ἐν τῇ οὐρᾷ ἐκ φύσεως ἔχειν λεπτόν τι κεντρῶδες, ὑφʼ οὗ νυττόμενος καὶ πονῶν πλέον ἀγριοῦται.

*μεσσαύλοιο τῆς ἐπʼ ἀγρῷ ἐπαύλεως.

658. *κε κάμῃσι ὅτι ὁ κε περισσὸς, ἢ ὑφʼ ἓν κεκάμῃσι.

659. *πῖαρ τὸ λίπος τῆς πιμελῆς, ἐκ παρεπομένου δὲ τὸ ζῆν.