Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

574. ἐς Πηλῆʼ κέτευσεν ὅτι οὐκ ἀπολελοίπει ἡ Θέτις τὸν Πηλέως οἶκον ὡς οἱ νεώτεροι, ἀλλὰ συνῴκει αὐτῷ.

584. * ὅτι ἀπέστροφε τὸν λόγον ἐκ τοῦ περὶ αὐτοῦ εἰς τὸν πρὸς αὐτόν.

586. καί ῥʼ ἔβαλε Σθενέλαον ὅτι μεταβέβηκεν ἐκ τοῦ πρὸς τὸν Πάτροκλον λόγου καὶ εἰς τὸν περὶ αὐτοῦ. εἴρηκε γὰρ ἔβαλε καὶ οὐχὶ ἔβαλες ὦ Πάτροκλε.

589. ὅσση δʼ αἰγανέης πρὸς τὸ σχῆμα, ὅτι ταναοῖο εἴρηκεν ἀρσενικῶς ἀντὶ τοῦ ταναῆς.

591. * ἡ ὑπό περιττή.

595. Ἑλλάδι οἰκία ναίων Ἑλλὰς πόλις Θεσσαλίας, ἧς οἱ πολῖται πρῶτοι εἶχον τὸ ὄνομα τοῦτο τὸ καλεῖσθαι Ἕλληνες. ἀπὸ γὰρ Ἕλληνος τοῦ Δευκαλίωνος καὶ Πύρρας. πάντες Ἕλληνες οἱ τῆς Εὐρώπης ἐκλήθησαν ὀνόματι κοινῷ, ὥς φησι καὶ Θουκυδίδης ἐν τῇ α΄ (3). πρὸ δὲ αὐτοῦ μόνοι οὗτοι Ἕλληνες ἐκαλοῦντο, οἱ δὲ ἄλλοι κατὰ ἔθνη ἕκαστος, ὥς που καὶ ὁ ποιητὴς ἐν τῷ καταλόγῳ λέγει “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί” (Il. 2, 684).

*ὅτι πόλις ἐν Φθία ἡ Ἑλλάς.

600. * συναπτέον ἕως τοῦ ἀνήρ· τὸ γὰρ ὡς αἴτιον.

[*](3. ὅρα γοῦν—ὁρμῆσαι] v. Lehrs. 16. περὶ αὐτοῦ Cobetus] περὶ τοῦ l. 1. p. 308.)[*](εἰς τὸν addidit Cobetus. Sic p.)[*](9. πελέκεας—εἰῶμεν] πελέκεα αἰεὶ 118, 21. 120, 25. et alibi.)[*](32. Scholion defectum : v. κεἱωμεν)[*](11. Ἀριστιάρχου] ἀριστάρ Friedl. Nic. p. 244.)
116

604. *Λαόγονον τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα· κύριον γάρ.

613. ἔγχεος, ἔνθα δʼ πειτʼ ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου οὐκ ἐφέρετο καθάπαξ· ἐν δὲ τῇ δευτέρᾳ ἄλογος αὐτῷ παρέκειτο.

617. ὀρχηστήν περ ἐόντα εὐκίνητον κατὰ τὸν πόλεμον, ὅ ἐστι συγκεκροτημένον τὰ πολεμικὰ καλῶς. ἐπυρρίχιζον γὰρ τοῖς ὅπλοις οἱ Κρῆτες πρὸς ἄσκησιν τῶν πολεμικῶν, ὁ ἐστι σὺν τοῖς ὅπλοις τὴν πυρρίχην καὶ ἔνοπλον ὄρχησιν ἠσκοῦντο· τρία γὰρ εἴδη ὀρχήσεως, πυρρίχη, σίκιννις, ἥτις ἐστὶν ἱερατικὴ, καὶ ὁ κορδακισμὸς, αἰσχρός τις ὢν καὶ μᾶλλον κωμικοῖς ἁρμόδιος.

618. τινὲς διαμπερὲς εἴ σʼ ἔβαλόν περ, ἵνʼ ᾖ, εἴ σε ἔβαλλον, διεπερόνησα ἄν. ἀλλʼ οὐδὲν ἀναγκαῖον οὕτως συνάπτειν· τὸ γὰρ ἔβαλον ἀντὶ τοῦ ἔτρωσα, τὸ δὲ κατέπαιυσε διαμπερέ ς οἷον εἰς αἰεί.