Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

542. εἴρυτο Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶς πάνυ· ὁ δὲ Τυραννίων προπερισπᾷ, ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο ἤνυτο (“θοῶς δέ οἱ ἤνυτο ἔργον” Od. 5, 243) ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (640) καὶ εἴρυτο.

544. ʼμεμπτὸν ἡγήσασθε.

546. * ὅτι ἐλλείπει ἡ περί πρόθεσις, περὶ Δαναῶν.

548. Τρῶες δὲ κατακρῆθεν Ἀρίσταρχος δισύλλαβον ἐκδέχεται [*](5. ἐπὶ τῶν Bekkerus] ἀπό τʼ quod vidit Cobetus Mnem. nov.) [*](10. πάντες ἀκούειν διὰ τοῦ ε] παν- vol. 2 p. 212.) [*](τὸς ἀκούειν διὰ τοῦ ος Lehrsius. Arist. 18. In scholio m. recentis marg. exter. ἀντὶ Bekkerus] ἀπὸ) [*](11. εἰς σε] εἰ σε 20. κοινὸν ᾖ Friedl.] κοινωνῇ) [*](17. οὐδʼ οὗ Bekkerus] ὁ δʼ οὐ. 28. Refertur ad νεμεσσήθητε Homerus haud dubie scripserat ὁ 30. Inepte asteriscus praefixus. δʼ οὐ ??οὖ (cum digamma) παιδός,)

114
τὴν λέξιν καὶ προπερισπᾷ, ὑγιῶς πάνυ· καὶ οὐκ ἐπίσταται ὁ ποιητὴς τὸ κάρη ὀξυνόμενον θηλυκὸν, ἀλλʼ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται, ἀγνοῶν τὰς πρωτοθέτους αὐτῶν λέξεις. τί οὖν θαυμαστὸν εἰ παρὰ τὸ κάρη ὀξυνόμενον κάρηθέν ἐστι καὶ κρῆθεν ἐν συγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡσίοδος (Scut. 7) οὕτως ἐξεδέξατο, εἰπὼν τὸ “τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων.”

549. *βραχὺ διασταλτέον μετὰ τὸ ἄσχετον διὰ τὴν ἔμφασιν. ρμα τὸ σήκωμα τῆς νεῶς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πεσεῖν· νῦν οὖν τούτου φησὶν ἀναιρεθέντος ἀνατραπῆναι τὴν Ἴλιον. οἱ δὲ τὸ ὑποστήριγμα· ὅθεν καὶ Πίνδαρος ἔρεισμα Ἀκράγαντος εἶπε τὸν Θήρωνα. ῥητορικῶς οὖν αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι.

553. *ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι τὸ χωόμενος ἀντὶ τοῦ συγχεόμενος.

556. * φίλον ἔστω ἐν ἄλλῳ μένος ἔστω.

557. δύναται μὲν στίζεσθαι ἐπὶ τὸ ἀνδράσιν· δύναται δὲ λείπειν τὸ ἔστε ἢ γίνεσθε· δύναται δὲ καὶ σχῆμα εἶναι ἀπὸ δοτικῆς εἰς αἰτιατικὴν, ὡς κἀκεῖ “αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπονόσφιν ἐόντα κρυπτάδια φρονέοντα” (Il. 1, 541). παρατηρητέον δὲ τὸν στίχον πρὸς τὸ ἐπάνω ὑποκείμενον “Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι” (402).

558. Ἀρίσταρχος καὶ οἱ ἀπʼ αὐτοῦ δασύνουσι, Λυσανίας δὲ ψιλοῖ, προσνέμων τὸ σ τῷ η· σήλασθαι γάρ φησι σημαίνειν τὸ ἀποσπᾶν καὶ σαλεύειν. ὁ δὲ σαλεύσας πρῶτος τὸ τεῖχος Σαρπηδών ἐστιν, ὁ δὲ εἰσπηδήσας Ἕκτωρ. φησὶ γοῦν “Σαρπηδὼν δʼ ἔπαλξιν ἑλῶν χερσὶ στιβαρῇσιν ἕλχ’, ἡ δʼ ἔσπετο πᾶσα” (Il. 12, 397)· ἐπὶ δὲ τεῦ Ἕκτορος “ῥῆξε δʼ ἀμφοτέρους θαιρούς,” εἶτα ἐπιφέρει “ὁ δʼ ἔσθορε φαίδιμος [*](4. κάρη—κάρηθεν] καρὴ—καρῆθεν “Nonnulli, atque in his Lysanias, Lehrsius. Eratosthenis magister (v. Suidam) [*](6. *τῆς] om. s. v. Ἐρατοσθένης), intellexerunt) [*](10. *φησὶν] om. ἐ-σήλατο, i. e. concussit, a verbo) [*](*ἀναιρεθέντος] ἀποθανόντος quodam σάλλεσθαιι.” Πορφυρίου no-) [*](17. λείπειν Bekkerus] εἰπεῖν men substitutum in scholio codi-) [*](18. σχῆμα] ἄ σχῆμα (sic).” cis Townl., quo teste Eustathius) [*](21. πολεμιστά] πολέσε quoque usus est p. 1075.) [*](24. σήλασθαι Eustathius] σά- 28. ἔσθορε] ἐσέθορε λάσθαι. De quo Lehrs.Arist. 9.307.)

115
Ἕκτωρ” (ib. 462). ἄμεινον δὲ πείθεσθαι Ἀριστάρχῳ δασύνοντι, ἐκδέχεσθαι δὲ ἡμᾶς οὕτως τὸ ἐσήλατο, ὅτι πρῶτος ἐφήλατο καὶ ἐπεπήδησε τῷ τείχει. ὅρα γοῦν ὡς οὐκ εἶπε πρῶτος διῆλθεν· ὁ μὲν γὰρ Ἕκτωρ πρῶτος διῆλθεν, ὁ δὲ Σαρπηδὼν πρῶτος ὥρμησεν ἐπὶ τὸ τεῖχος· “ὥς ῥα τότʼ ἀντίθεον Σαρπηδόνα θυμὸς ἀνῆκε τεῖχος ἐπᾶῖξαι” (ib. 308), ὥστε τὸ ἥλατο ταυτὸν εἶναι τῷ ὁρμῆσαι.

559. ἀλλʼ εἴ μιν ἐν τῇ Ῥιανοῦ ἀλλʼ εὖ μιν ἀεικισσαίμεθʼ ἕλόντες.

ἅτι ἔξωθεν προσυπακουστέον τὸ καλῶς ἂν ἔχοι· εἰ αὐτὸν ἀνελόντες ἀεικισαίμεθα, καλῶς ἂν ἔχοι. καὶ ἐν Ὀδυσσείᾳ “ἀτὰρ πελέκεας γε καὶ εἴ κʼεἰῶμεν ἄπαντας” (Od. 21, 260).

*λείπειν φασὶν αἱ Ἀριστάρχου τὸ εὖ ἂν ἔχοι.

561. αὐτοῦ ὅτι ἀμφίβολον εἰ λείπει ἡ περί, ἵνʼ ᾖ περὶ αὐτοῦ, ἢ τοπικῶς ἐκληπτέον τὸ αὐτοῦ, ἐν τῷδε τῷ τόπῳ.