Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

415. Ἀμφοτερὸν εἰς διαστολὴν τὸ κύριον ὀξυτόνως ἀνέγνω ὁ Ἀρίσταρχος ὡς δεξιτερόν· καὶ ἐπείσθησαν οἱ γραμματικοί. περὶ δὲ τῆς τοιαύτης ἀνωμαλίας τοῦ ἀνδρὸς ἐν ἑτέροις ἡμῖν εἴρηται.

419. *ἀμιτροχίτωνας τοὺς χιτῶνας μὲν ἔχοντας, τὰς δὲ μίτρας μὴ ἐζωσμένους.

428. ὥστʼ αἰγυπιοί ἄκρως τὸ ὁμοίωμα παρετήρησεν· οὐ γὰρ ἀφανῶς συμβάλλει τὰ ζῷα ταῦτα εἰς μάχην· φησὶ γοῦν καὶ Ἀλέξανδρος ὁ Μύνδιος μετὰ βοῆς ἐπὶ πετρῶν ταῦτα μάχεσθαι.

430. ὣς οἳ κεκλήγοντες ὡς λέγοντες, ἀπὸ εὐθείας ἑνικῆς τῆς εἰς ν, κεκλήγων. ἔθος δὲ τῷ ποιητῇ οὕτω σχηματίζειν.

*ἐν τῇ ἑτέρᾳ τῶν Ἀριστάρχου κεκληγῶτες.

432. ὅτι Ζηνόδοτος καθόλου περιγράφει τὴν ὁμιλίαν τοῦ Διὸς καὶ τῆς Ἥρας, οὐκ αἰσθόμενος ὅτι πολλὰ κατὰ συμπέρασμα λέγει ὁ ποιητὴς σιωπωμένως γεγονότα, καὶ οὐ δέον ἐπιζητεῖν πῶς ἡ μικρὸν ἔμπροσθεν (Il. 15, 79) ἐπὶ τὸν Ὄλυμπον παρακεχωρηκυῖα νῦν ἐπὶ τῆς Ἴδης ἐστίν.

*αἱμομίκτου Διὸς ἀνασκαφῇ τὰ ἔτη.

436. τὸν μὲν πρῶτον η ὀξυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον, ἦ ἤδη χείρεσσιν.

445. *αἴ κε ζών οὕτως Ἀρίσταρχος μονοσυλλάβως, ζών· ἄλλοι δὲ ζωόν.

οὕτως ζών αἱ Ἀριστάρχου, ἀπʼ εὐθείας τῆς ζώς, τὸν ζών· “ ἤ κε ζὼς ἀμενηνὸς ἔα” (Il. 5, 887).

[*](8. ἀνετὸν] Conf. schol. ad 10, 56. 31. ζών (sic recte in textu)] ζῶν)[*](29. τὸν μὲν] τὸ μὲν 33. ᾔ κε Bekk.] ἐφίηκε)
111

τὸ ὅνδε εἴτε ἔχει παρέλκοντα τὸν δέ σύνδεσμον, εἴτε ὅμοιόν ἐστι τῷ οἶκόνδε ἀντὶ τοῦ εἰς οἶκον, πάλιν ἐν τῇ συντάξει βαρντονηθήσεται, ὡς ἐν τῷ “ἀγρόνδε προίαλλε” (Od. 15, 370). ὥστε περισσὴ ἡ ὀξεῖα ἐν τῇ ὅν αἰτιατικῇ κατὰ τὴν σύνταξιν.

450. *Ἀρίσταρχος φίλος ἐστί, ἄλλοι δὲ φίλον ἐστί.

453. *ἐπειδή ἐν ἄλλῳ ἐπὴν νῄ.

454. πέμπειν μιν θάνατόν τε ὅτι σαφῶς νήδυμον μετὰ τοῦ ν. καὶ ἐπὶ τῶν ἀμφιβόλων ἄρα τόπων σὺν τῷ ν ἐκληπτέον. καὶ ὅτι τῷ ἀπαρεμφάτῳ κέχρηται ἀντὶ προστακτικοῦ τοῦ πέμπε.

455. *ἵκωνται ἐν ἄλλῳ ἵκοιτο.

463. ἔνθʼ ἤτοι Πάτροκλος πάλιν διὰ μέσου ὁ ἑξῆς στίχος, καὶ κατʼ ἐπανάληψιν εἶπε τὸν βάλε νείαιραν, ὥστε εἶναι τὸ ἑξῆς, ἀγαθὸν Θρασύδημον βάλε νείαιραν.

*Θρασύμηλον ἐν ἄλλῳ Θρασύδημον.

466. Σαρπηδὼνδʼ αὐτοῦ μὲν ἀπήμβροτι δουρὶ φαεινῷδεύτερον ὁρμη θείς δοκεῖ διὰ τούτων συγχεῖσθαι ἡ διαφορὰ τοῦ βαλεῖν καὶ οὐτάσαι· βέβληται γὰρ ὁ Πήδασος. καὶ μή ποτε γραφή τις ἐφέρετο, διʼ ἧς τὸ τῆς λέξεως σύνηθες ἐφύλασσεν Ὅμηρος· οὐ γὰρ ἂν αὐτὸ ἀπαραμύθητον ὁ Ἀρίσταρχος ἀφῆκεν. ἐν τοίνυν τῇ Φιλήμονος οὕτως ἐφέρετο ὁ δὲ Πήδασον ἤλασεν ἵππον· ἔστι γὰρ ὅτε ἐπὶ τῆς πληγῆς τὸ ἤλασεν κεῖται, ὡς ἐπὶ τοῦ Ἀρήτου (Il. 17, 517) “καὶ βάλεν Ἀρήτοιο,” εἶτα “νειαίρῃ δʼ ἐν γαστρὶ διὰ ζωστῆρος ἔλασσεν.” διὰ μέντοι τοῦ ν γραπτέον τὸ δεύτερον ὁρμηθείς.

467. δεύτερον ὁρμηθείς ὅτι ἐξ ἐπαναλήψεως τὸ ἄρθρον εἴληφε κατὰ τοῦ αὐτοῦ προσώπου καὶ οὐ περὶ ἑτέρου λέγει, ἀντὶ τοῦ Πήδασον δὲ οὔτασεν. καὶ ὅτι δοκεῖ συγκεχύσθαι τὸ οὔτασε· βεβλήκει γὰρ τὸ δόρυ.

468. *ἀΐσθων βαρυτονητέον ὡς ἔσθων· καὶ εἴρηται ὅτι ὁμοίως ἐγένετο τῷ βιβάσθων.

481. ἀλλ’ βαλʼ ὅτι σαφῶς διὰ τοῦ ἔβαλε σημαίνει τὸ ἔτυχεν εἰς ἐκεῖνον τὸν τόπον, ὅπου αἱ φρένες ἐγκαθειργμέναι εἰσὶ περὶ τὴν ψυχήν.

482. ἀχερωίς δένδρον ὃ καλεῖται λεύκη. ἔνιοι δὲ φηγοῦ εἶδος εἶπον αὐτήν.

[*](2. τῷ] τὸ 6. δή] δὴ τότε (pro τόν γε))[*](32. ψυχήν] καρδίαν Lehrsius.)
112

483. Ἀρίσταρχος κατʼ ἰδίαν τὸ οὔρεσι καὶ τὸ τέκτονες. Νικίας δὲ συνθέτως ἀνέγνω· οὐκ ἀναγκαῖον δέ.

488. * διὰ τοῦ ν. ἐν εἰλιπόδεσσι, αἱ Ἀριστάρχου.

491. ὅτι τὸ μενέαινεν ἐνθάδε μὲν ἐλιποθύμει, ἐν ἄλλοις δὲ προεθυμεῖτο, ὡς τὸ “μενέαινε κῦδος ἀρέσθαι” (Il. 21, 543). ἢ ἐθυ. μοῦτο.