Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

358. Αἴας δʼ ὁ έγας ἡ διπλῆ, ὅτι συγκριτικῶς λέγεται πρὸς τὸν ἕτερον Αἴαντα ὁ μέγας, ὁ Τελαμώνιος, ἐπεὶ ἐκεῖνος μείων.

361. ὅτι τὸ σκέπτετο ἴσον τῷ οἷον ἀπεσκόπευε καὶ παρετήρει εἰς τὸ μὴ πληγῆναι.

364. Οὐλύμπου ὅτι σαφῶς οὐκ ἔστιν Ὄλυμπος καὶ οὐρανὸς ὁ αὐτός· ὡς γὰρ ἀφʼ ἑτέρου ἐφʼ ἕτερόν φησι τὸ νέφος ἔρχεσθαι. οὐδὲ μὴν τόπος ἐπουράνιος· ὁ γὰρ Ὅμηρος ἀπὸ τῶν γινωσκομένων πᾶσι ποιεῖται τὰς ὁμοιώσεις. καταλείπεται τοίνυν τὸ ὄρος σημαίνεσθαι· καὶ γὰρ ἀπὸ τῶν ὀρῶν λέγει τὰ συνεστῶτα νέφη μεταχωρεῖν· “ὡς δʼ ὅτʼ ἀφʼ ὑψηλῆς κορυφῆς ὄρεος μεγάλοιο κινήσῃ πυκινὸν νέφος” (297). τοιγαροῦν καὶ ὅταν λέγῃ “ὡς δʼ ὅτʼ ἀπʼ Οὐλύμποιο νέφος ἔρχεται,” ἀπὸ ὄρους σημαίνει.

365. πῶς αἰθέρος; τὰ γὰρ πάθη ταῦτα περὶ τὸν ἀέρα συμβέβηκεν. τάχα οὖν συγχεῖται ὁ ἀὴρ πρὸς τὸν αἰθέρα, ὡς καὶ ἐν τῇ (54) “αἵματι μυδαλέας ἐξ αἰθέρος” καὶ “Ζεὺς δʼ ἔλαχʼ οὐρανὸν εὐρὺν ἐν αἰθέρι καὶ νεφέεσσιν” (Il. 15, 192)· οὐ γὰρ αἱ νεφέλαι ἐν τῷ αἰθέρι.

τοῦτο ἑκατέροις δύναται προσδίδοσθαι. τὸ μέντοι ζήτημα ὁμοίως μένει· ἀέρος γὰρ πάθη ταῦτα. τάχα οὖν κεῖται ὁ αἰθὴρ ἀντὶ τοῦ ἀέρος.

371. ἄξαντʼ ἐν πρώτῳ ῥυμῷ ὅτι ἀντὶ τοῦ ἄκρῳ, καὶ οὐχ ὡς δευτέρου ὄντος ῥυμοῦ· εἷς γάρ ἐστι. “πρώτῃσιν δὲ πύλῃσιν” (Il. 8, 411) ἀντὶ τοῦ ἄκραις.

372. * σφεδανόν οὕτως ὡς σφοδρόν. προείρηται.

[*](2. πρώτῃσι] πρώτεσσι 5. ὄϊες] ὕες)
109

374. τμάγεν καὶ τοῦτο διὰ τοῦ ε.

375. ὑπὸ τὰ νέφη ἢ ὑπὸ τῶν ἀνέμων.

376. * νεῶν ἄπο καὶ κλισιάων ἐν ἄλλῳ ἄψορρον προτὶ ἄστυ ἑλιχθέντων ὑπʼ Ἀχαιῶν.

379. οὕτως Ἀρίσταρχος, ἀνακυμβαλίαζον, διὰ τοῦ α· οὐ γὰρ ἑκάστοτε τὰ σύνθετα μεταβάλλει παρὰ τοῖς ἴωσιν.

*οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ ἀνεκυμβαλίαζον.

387. οἳ βίῃ περὶ ἀδικίας κριτῶν.

*θέμιστας ὅτι ἀντὶ τοῦ δίκας.

390. *κλιτῦς αἱ ἀποκλίσεις τῶν ὀρῶν.

πολλὰς δὲ κλιτῦς ἐχρῆν μὲν διὰ τὸ κλιτύας οὐρῆας περισπᾶσθαι τὸ κλιτῦς, ἀνεγνώσθη δὲ κατʼ ὀξεῖαν τάσιν ἐν ἐγκλίσει, ὁμοίως τῷ “κνημῖδας ῥαπτὰς δέδετο, γραπτὺς ἀλεείνων” (Od. 24, 228).

σχόλιον. ἐν μέντοι τῇ Ὀδυσσειακῇ προσῳδίᾳ φανερῶς τὸ γραπτῦς περισπᾷ, καί φησιν ὅτι εἴη εἰρηκὼς ὡς καὶ τὸ κλιτῦς δεῖ περισπᾶσθαι. ἀμφίβολος οὖν ἐφʼ ἑκατέρων ὁ τόνος· εἰ γὰρ τοῖς ἐνταῦθα εἰρημένοις πεισθείημεν, ἐκεῖνο ἀνθέλκει, εἰ δὲ ἐκείνοις, τοῦτο πάλιν ἀντίκειται.

χαράδραι πρὸ τέλους ἡ ὀξεῖα, ὡς φαρέτραι. προείρηται δὲ τὰ τῆς ἀναλογίας. οὕτως δὲ καὶ Ἀρίσταρχος.

392. ἐπικάρ ὅτι ἐπὶ κάρα ἐστὶ κατʼ ἀποκοπήν. σημαίνει δὲ τὴν ἄνωθεν καταφορὰν τοῦ ὕδατος. οὐ λέγει δὲ ὁ ποιητής ποτε κάρα, ἀλλὰ κάρη. αὐτὸ δὲ τὸ κάρη τοῦ κάρηνόν ἐστιν ἀποκοπή. τὰ γὰρ εἰς η οὐδέτερα ἢ δυϊκά ἐστιν ἢ πληθυντικά.

399. *δουρὶ αεινῷ ἐν ἄλλῳ βάλε ποιμένα λαῶν.

401. *ὅτι ὡς περὶ ἄλλου ἐπήνεγκεν ὁ δὲ Θέστορα, τοῦ λόγου ὄντος περὶ τοῦ αὐτοῦ.

402. οὐ στικτέον μετὰ τὸ ὁρμηθείς, ἀλλὰ διασταλτέον· ἐπαναλαμβάνει γάρ. γίνεται οὖν τὸ ἑξῆς οὕτως, ὁ δὲ Θέστορα Ἤνοπος υἱὸν δεύτερον ὁρμηθεὶς ἔγχεϊ νύξε παραστάς.

403. ἁλείς συστραφείς.

ὅτι τὸ ἐκ γὰρ πλήγη ἀντὶ τοῦ ἐξεπλάγη γάρ, κατὰ μετάληψιν τοῦ η εἰς τὸ α.

[*](1. Sic supra versum. 11. οὐρῆας] οὐρείας Lehrsius.)[*](2. Infra ultimam textus lineam. 26, 27. Haec bis scripta, ad)[*](8. περὶ ἀδικίας κριτῶν a m. rec. in dextram et sinistram. margine exter.)
110

406. *ἕλκε χωρὶς τοῦ ι Ἀρίσταρχος, καὶ ἑξῆς (409) ὣς ἕλκ’ ἐκ δίφροιο.

407. ἱερὸν ἰχθύν ἤτοι μέγαν, ἢ Ποσειδῶνος, ἢ τὸν ἀνετὸν, διὰ τὸ μὴ πεπτωκέναι ὑπὸ χρῆσιν τὴν ἀπὸ τῶν ἰχθύων τροφὴν ἐπὶ τῶν ἡρώων, μήτι γε κατὰ τὸ σπάνιον διʼ ἀνάγκην λιμοῦ.

πέτρῃ ἐπὶ προβλῆτι ὅτι οὐκ ἐπί τι εἶδος ἰχθύος φερόμενος εἴρηκε ἱερὸν ἰχθύν, καθάπερ τινὲς ἀποδεδώκασι τὸν πομπίλον, οἱ δὲ τὸν κάλλιχθυν· ἀλλὰ κοινότερον τὸν ἀνετὸν καὶ εὐτραφῆ, ὡς ἱερὸν βοῦν λέγομεν τὸν ἀνειμένον.

408. λίνῳ αἱ γὰρ ὁρμιαὶ λιναῖ, περὶ ἃς ἦπιον συρίγγια κεράτινα, ἵνα μὴ ἀποτρώγωσιν οἱ ἰχθύες τὸ λίνον.