Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

492. τὸ μετʼ ἀνδράσιν ἑκατέρῳ δύναται προσδίδοσθαι. εἰ μὲν οὖν τοῖς ἄνω, ἔσται πολεμιστὴν αὐτὸν ἐν τοῖς ἀνδρειοτάτοις λέγων· εἰ δὲ τοῖς ἑξῆς, καὶ αὐτὸ χρῄζει τινὰ λόγον. βέλτιον δὲ τοῖς ἄνω· μᾶλλον γὰρ εὔφωνόν τε καὶ ἐμφατικόν ἐστι τὸ οὕτως ἄρξασθαι, νῦν σε μάλα χρὴ, καὶ νῦν σοι ἐελπέσθω.

496. ὅτι ἤτοι ἀπέστροφε τὸν λόγον, ὡς περὶ ἑτέρου λέγων Σαρπηδόνος ἀντὶ τοῦ ἐμοῦ· ἢ ἐλλείπει τὸ τάδε λέγων, καὶ τὸ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κεῖται, ἵνʼ ᾖ, ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας τάδε λέγων, Σαρπηδόνος ἀμφὶ μάχεσθαι.

497. δύναται ἀναστρέφεσθαι ἡ περί, ἵνα τοιοῦτό τι ᾖ, περὶ ἐμοῦ μάχου· δύναται δὲ καὶ ὡς ὁ Ἀσκαλωνίτης ἀξιοῖ φυλάσσειν τὸν τόνον, ἀντὶ τῆς ὑπέρ κειμένη, ἀντὶ τοῦ ὑπερμάχει. εἴρηται δὲ περὶ τῶν ἐναλλασσόντων προθέσεων ὡς φυλάσσουσι τοὺς αὐτοὺς τόνους.

499. *εἴ κέ μʼ Ἀχαιοί ἐν ἄλλῳ εἴ κεν Ἀχαιοί.

500. τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι ἡ διπλῆ, ὅτι νεῶν ἀγῶνα τὸ ἄθροισμα, τὸ ναύσταθμον. καὶ ἐν ἄλλοις εἶπε “θεῖον δύσονται ἀγῶνα” (Il. 7, 298), τὴν συναγωγὴν τῶν θεῶν.

502. τέλος θανάτοιο ὁ δὲ θάνατος αὐτοὺς ἔλαβεν τούς τε ὀφθαλμοὺς καὶ τὰς ῥῖνας, ἐπεὶ οἱ τελευτῶντες οὔτε βλέπουσιν οὔτε ἀναπνέουσιν οὔτε δὲ φρένας ἔχουσιν.

504. ἕλκε δόρυ οὕτως Ἀρίσταρχος ἕλκε χωρὶς τοῦ ι, καὶ ἔχοντο οὕτως διὰ τοῦ χ.

507. * διὰ τοῦ ε λ ίπεν, ἐπειδὴ τὰ ἅρματα τῶν ἀνάκτων ἐλείφθησαν, ἠρημώθησαν. Ζηνόδοτος δὲ διὰ τοῦ ο λίπον.

ὅτι Ζηνόδοτος γράφει ἐπεὶ λίπον, ἀγνοῶν ὅτι τὸ λίπεν νῦν οὐκ ἔστιν ἑνικὸν, ἀλλὰ ἀνάλογον τῷ ἐλείφθησαν τὰ ἅρματα, ὥσπερ κόσμηθεν καὶ “ποιμένος ἀφραδίῃσι διέτμαγεν” (354) ἀντὶ τοῦ διετμάγησαν. [*](3. In textu est ἐν superscripto π. 22. θεῖον] om.) [*](9. χῄζει] ἔχει Friedl. 29. ἐλείφθησον Vill.] ἔλειφθεν) [*](13. ἀντὶ τοῦ] τοῦ om. ἐλείφθησαν)

113
εἴωθε γὰρ τοῖς οὐδετέροις πληθυντικοῖς πληθυντικὰ ῥήματα συντάσσειν, ὡς “σπάρτα λέλυνται” (Il. 2, 135).

508. ἀΐοντι *ὡς λέγοντι. οὕτως καὶ Ἀρίσταρχος.

515. ἡ διπλῆ, ὅτι οὕτως εἴωθε λέγειν πάντοσε ἀκούειν, εἰς πάντα τόπον ἀκούειν, ἐπὶ τῶν ἐκ τόπου εἰς τόπον ἀφικνουμένων· “πεύθετο γὰρ Κύπρονδε μέγα κλέος” (Il. 11, 21), εἰς Κύπρον ἠκούετο. διὸ καὶ νῦν κατὰ συναλοιφὴν ἀκουστέον, ἵνʼ ᾖ τὸ πλῆρες πάντοσε ἀκούειν.

πάντοσʼ κούειν Ἀρίσταρχος τὸ πλῆρες ἀκούει πάντοσε. Ζηνόδοτος πάντες ἀκούειν διὰ τοῦ ε. πάντοσε ὡς πάντοθεν· τὰ γὰρ εἰς σε ἐπιρρήματα τοῖς εἰς θεν ὁμοτονεῖ, ἄλλοθεν ἄλλοσε, ὁμόθεν ὁμόσε. οὕτως οὖν εἰ “πάντοθεν ἐκ κευθμῶν” (Il. 13, 28), καὶ “πάντοσε δαιδάλλων” (Il. 18, 479).

522. ἡ διπλῆ, ὅτι ἐλλείπει ἡ περί· ἔστι γὰρ, οὐδὲ περὶ τοῦ οὗ παιδὸς ἀμύνει. οἱ δὲ ἀγνοήσαντες γράφουσιν ὁ δʼ οὐδʼ ᾧ παιδὶ ἀμύνει.

*Ἀρίσταρχος ὁ δʼ εὐδ’ οὗ παιδὸς ἀμύνει.

524. Αἰολικὸν κοίμησον ἀντὶ τοῦ κοίμισον.

526. *οὕτως διὰ τοῦ η αἱ Ἀριστάρχου, κατατεθνηῶτι.

530. ἤτοι στικτέον ἐπὶ τὸ φρεσί, ἢ διασταλτέον, ἵνα κοινὸν ᾖ ἔγνω καὶ ἐχάρη ὅτι οἱ ὦκ’ ἤκουσε.

542. εἴρυτο Ἀρίσταρχος τρίτην ἀπὸ τέλους τὴν ὀξεῖαν ποιεῖ, ὑγιῶς πάνυ· ὁ δὲ Τυραννίων προπερισπᾷ, ἐκ τοῦ εἰρύετο φάσκων αὐτὸ συνηλεῖφθαι. δύναται δὲ τὸ εἴρυτο κλιθὲν ἀπὸ τῶν εἰς μι ὁμοίως τῷ ἐζεύγνυτο ἤνυτο (“θοῶς δέ οἱ ἤνυτο ἔργον” Od. 5, 243) ἐκτετάσθαι. οὕτως ἀξιοῦμεν καὶ ἐπὶ τοῦ εἴλυτο (640) καὶ εἴρυτο.

544. ʼμεμπτὸν ἡγήσασθε.

546. * ὅτι ἐλλείπει ἡ περί πρόθεσις, περὶ Δαναῶν.

548. Τρῶες δὲ κατακρῆθεν Ἀρίσταρχος δισύλλαβον ἐκδέχεται [*](5. ἐπὶ τῶν Bekkerus] ἀπό τʼ quod vidit Cobetus Mnem. nov.) [*](10. πάντες ἀκούειν διὰ τοῦ ε] παν- vol. 2 p. 212.) [*](τὸς ἀκούειν διὰ τοῦ ος Lehrsius. Arist. 18. In scholio m. recentis marg. exter. ἀντὶ Bekkerus] ἀπὸ) [*](11. εἰς σε] εἰ σε 20. κοινὸν ᾖ Friedl.] κοινωνῇ) [*](17. οὐδʼ οὗ Bekkerus] ὁ δʼ οὐ. 28. Refertur ad νεμεσσήθητε Homerus haud dubie scripserat ὁ 30. Inepte asteriscus praefixus. δʼ οὐ ??οὖ (cum digamma) παιδός,)

114
τὴν λέξιν καὶ προπερισπᾷ, ὑγιῶς πάνυ· καὶ οὐκ ἐπίσταται ὁ ποιητὴς τὸ κάρη ὀξυνόμενον θηλυκὸν, ἀλλʼ οἱ ἄλλοι πάντες. καὶ οὐδὲν θαυμαστόν· καὶ γὰρ ἄλλας παραλόγους φωνὰς ἐπίσταται, ἀγνοῶν τὰς πρωτοθέτους αὐτῶν λέξεις. τί οὖν θαυμαστὸν εἰ παρὰ τὸ κάρη ὀξυνόμενον κάρηθέν ἐστι καὶ κρῆθεν ἐν συγκοπῇ; τοῦτο δέ φημι, ἐπεὶ καὶ Ἡσίοδος (Scut. 7) οὕτως ἐξεδέξατο, εἰπὼν τὸ “τῆς καὶ ἀπὸ κρῆθεν βλεφάρων.”

549. *βραχὺ διασταλτέον μετὰ τὸ ἄσχετον διὰ τὴν ἔμφασιν. ρμα τὸ σήκωμα τῆς νεῶς πρὸς τὸ μὴ ἀνατρέπεσθαι ἐν τῷ πεσεῖν· νῦν οὖν τούτου φησὶν ἀναιρεθέντος ἀνατραπῆναι τὴν Ἴλιον. οἱ δὲ τὸ ὑποστήριγμα· ὅθεν καὶ Πίνδαρος ἔρεισμα Ἀκράγαντος εἶπε τὸν Θήρωνα. ῥητορικῶς οὖν αὔξει τὸν οἶκτον, ἐπιμαρτυρῶν τῷ ἀποθανόντι.

553. *ὅτι ἐλλείπει ἡ περί, καὶ ὅτι τὸ χωόμενος ἀντὶ τοῦ συγχεόμενος.