Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

298. κινήσῃ ὑπʼ ἀνέμου δηλονότι.

299. πρώονες ὡς σώφρονες. προείρηται.

οἱ λόφοι τῶν ὀρῶν παρʼ Ἀργείοις. ἔστι δὲ τοῦ πρῶνες διαίρεσις.

299, 300. ἔκ τʼ ἔφανεν πᾶσαι σκοπιαί ὅτι ἐνταῦθα οἰκείως κεῖνται· ἐπικειμένης γὰρ τῆς Τρωικῆς φάλαγγος ὡς νέφους ὄρει, αἰφνιδίως ὡς ἄνεμος ἐπιπνεύσας ὁ Πάτροκλος ἀπῶσε καὶ ἐτρέψατο. ἐν δὲ τῇ (557) κακῶς.

300. ὑπερράγη ἐξαίφνης διέλαμψεν αἴθριον. ὁ δὲ λόγος, ξηροῦ δὲ καὶ πυρώδους πνεύματος περὶ τὴν παχύτητα τῶν νεφῶν ῥαγέντος, ὑπὸ τὸν οὐρανὸν ἐξέλαμψεν αἰθὴρ, τουτέστιν ἀστραπὴ ἐγένετο. διορῶνται οὖν, φησὶ, καὶ τοῦ αἰθέρος ἀστέρες νεφέλης ῥαγείσης.

305. ἕν ἐστι τὸ ἀνθίσταντο, οὐχὶ ἄντα ἐπίρρημα καὶ ἵσταντο, ὥς τινες.

*ζητῶ περὶ τοῦ τόνου τοῦ ὑποεῖκον, πῶς δεῖ ἀναγινώσκειν.

[*](2. εἰνοδίοις — τῷ Vill.] ἔχοντας 16. *ἐλπομένων] ἐλπομένηῳ)[*](22. Asteriscus praefixus. —τὸ)[*](7. προπερισπᾶται] προπερι, quod 23. κεῖνται Bekk.] etiam προπερισπαστέον esse potest. 26. *ἐξαίφνης] αἴφνις)[*](10. τῷ] τὸ)
107

307. * τὸ ἡγεμόνων βέλτιον ἡ συνήθεια τοῖς ἄνω προσνέμει.

308. αὐτίκʼ ἄρα τοῦτο καὶ ἀπʼ ἄλλης ἀρχῆς δύναται λέγεσθαι, ἵνα στίζωμεν ἐπὶ τὸ υἱός. κοινὸν δὲ νοηθήσεται κατʼ ἐκείνης τῆς διανοίας τὸ ἕλεν.

311. Θόαντα πρὸς τὴν ὁμωνυμίαν, ὅτι Τρωϊκὸς ὁ Θόας οὕτος.

315. μυών μύες καλοῦνται αἱ συνεστραμμέναι σάρκες.

317. Νεστορίδαι δʼ ὁ μέν πρὸς τὸ σχῆμα, τι ἀντὶ τοῦ Νεστοριδῶν ὁ μὲν Ἀντίλοχος οὔτασεν Ἀτύμνιον, ὁ δὲ Θρασυμήδης Μάριν.

*μετὰ τὸν δέ σύνδεσμον διασταλτέον.

324. ἄχρις ἄραξε Ἀρίσταρχος ὡς μέχρις ἀνεγίνωσκε, παρὸ καὶ ἐγένετο. ἐκεῖνο δὲ ἔχομεν λέγειν, ὡς τὰ εἰς ις ἐπιρρήματα δισύλλαβα βαρύνεται, ὡς ἔχει τὸ ἄνις ἅλις μόγις ἄχρις αὖθις. ὀξύνεται δὲ τὸ χωρίς καὶ ἀμφίς, διότι μακρὰν ἔσχεν ἤτοι φύσει ἢ θέσει. τὰ μέντοι βαρυνόμενα ἤτοι βραχεῖαν εἶχεν ἢ τὴν κοινὴν καλουμένην, ἥτις ἐδύνατο σχεδὸν βραχεῖα εἶναι. διὸ ἐμάχετο τὸ αὖθις βαρυνόμενον. δοκεῖ δέ μοι ἀποφυγεῖν τὴν ὀξεῖαν, ἐπεὶ καὶ τριχῶς ἐλέγετο κατὰ τὸ τέλος, αὖθις αὖθι αὖθιν. τὸ δὲ τοιοῦτον ἑωρᾶτο καὶ ἐπὶ τοῦ πέρυσι βαρυνομένου.

326. ὡς τὼ μὲν δοιοῖσι κασιγνήτοισι ἡ διπλῆ, ὅτι πτῶσις ἤλλακται, δοτικὴ ἀντὶ γενικῆς, καὶ ἡ ὑπό πρόθεσις παρεῖται· ἔστι γὰρ ἀντὶ τοῦ ὡς τὼ μὲν ὑπὸ δοιῶν κασιγνήτων δαμέντε.

336. έλεον ὅτι μέλεον ἀντὶ τοῦ μελέως, ματαίως. καὶ διὰ παντὸς οὕτως Ὅμηρος χρῆται· οἱ δὲ τραγικοὶ ἐπὶ τοῦ οἰκτροῦ καὶ τάλανος, καὶ ἡ συνήθεια. πρὸς ὃ καὶ ἡ σημείωσις.

339. εῖνε ἀντὶ παρῳχημένου τοῦ ἐπάταξε. ποικίλλει δὲ συνήθως τὰς πληγάς.

342. κιχείς ἀπὸ τοῦ κίχημι· ἢ τῆς κιχών παθητικὸν, ὡς τῆς λιπών ἡ λιπείς, τῆς ἐριπών ἡ ἐριπείς.

349. βραχὺ διασταλτέον ἐπὶ τὸ ὀφθαλμοί. ἔσται δʼ ὁ λόγος, ἐπληρώθησαν δὲ αὐτοῦ οἱ ὀφθαλμοὶ αἵματος, ὃ δὴ διά τε τοῦ στό- ματος καὶ τῶν ῥινῶν χανὼν ἀπεφύσησεν.

351. *βραχὺ διασταλτέον Δαναῶν διὰ τὸ ἀπεμφαῖνον.

*ἐν ἄλλῳ ἄνδρας ἀρίστους.

[*](1. Scholion bis scriptum, ad σάρκες] σάρκοι sinistram et dextram. 24. ὃ Friedl.] οὓς)[*](6. μύες] μυῖες 32. Δαναῶν] δαναοί)
108

352. ὡς δὲ ύκοι ὅταν ἑνὸς ἔφοδον δηλῶσαι θέλῃ, λέοντα εἰς τὴν εἰκόνα παραλαμβάνει· “ἤτοι ὁ μὲν πρώτῃσι βόεσσι” (Il. 15, 634). νῦν δὲ τὴν τοῦ πλήθους ἔφοδον ἐμφῆναι βουληθεὶς τὰ ἀγεληδὸν ἐφορμῶντα ζῷα παρέλαβε, τοὺς λύκους.

353. μήλων προβάτων καὶ αἰγῶν. ἐν ἄλλοις “μῆλʼ ὄϊές τε καὶ αἶγες” (Od. 9, 184). πρόβατα γὰρ πάντα ἐκάλουν τὰ θρέμματα οἱ παλαιοὶ, καὶ Εὔπολις προβατικὸν χορόν φησι τὸν ἐξ αἰγῶν.

*οὕτως αἵ τε, θηλυκῶς, αἱ ὄϊες.

354. διέτμαγεν ἡ διπλῆ, ὅτι οὕτως δεῖ γράφειν διέτμαγεν ὡς κόσμηθεν, ἵνʼ ᾖ διετμάγησαν, παθητικῶς· τὸ γὰρ διέτμαγον ἐνεργη- τικόν ἐστι.

*οὕτω διὰ τοῦ ε διέτμαγεν.